Αγ. Ιωάννου του Δαμασκηνού, Έκφρασις ακριβής της Ορθοδόξου Πίστεως
[Ὅτι οὐ δύο ἀρχαί]
(κάντε κλικ για τη Νεοελληνική απόδοση του κειμένου)
[Ὅτι οὐ δύο ἀρχαί]
Ὅτι οὐ δύο ἀρχαί͵ μία ἀγαθὴ καὶ μία πονηρά͵ ἐντεῦθεν εἰσόμεθα· ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺν ἀλλήλοις οὐχ ὑφιστάμενα. Ἐν μέρει τοίνυν τούτων ἕκαστον ἔσται τοῦ παντός. Καὶ πρῶτον μὲν περιγραφήσονται οὐχ ὑπὸ τοῦ παντὸς μόνον͵ ἀλλὰ καὶ ὑπὸ μέρους τοῦ παντὸς τούτων ἕκαστον. Ἔπειτα τίς ὁ τὴν χώραν ἑκάστῳ ἀποτεμόμενος; Οὐ γὰρ ἀλλήλοις συνενεχθῆναι καὶ συμβιβασθῆναι φήσουσιν͵ ἐπεὶ οὐ κακὸν τὸ κακὸν εἰρήνην ἄγον πρὸς τὸ ἀγαθόν τε συμβιβαζόμενον͵ οὐδ΄ ἀγαθὸν τὸ ἀγαθὸν πρὸς τὸ κακὸν φιλικῶς διακείμενον. Εἰ δὲ ἕτερος τούτων ἑκάστῳ τὴν οἰκείαν ἀφώρισε διατριβήν͵ ἐκεῖνος μᾶλλον ἔσται θεός. Ἀνάγκη δὲ καὶ δυοῖν θάτερον ἢ ἅπτεσθαι καὶ φθείρειν ἀλλήλους ἢ εἶναί τι μέσον͵ ἐν ᾧ οὐδὲ τὸ ἀγαθὸν οὐδὲ τὸ κακὸν ἔσται͵ ὥσπερ τι διάφραγμα διεῖργον ἐξ ἀλλήλων ἀμφότερα. Καὶ οὐκέτι δύο͵ ἀλλὰ τρεῖς ἀρχαὶ ἔσονται.
Ἀνάγκη δὲ καὶ τούτων τὸ ἕτερον ἢ εἰρηνεύειν͵ ὅπερ τὸ κακὸν οὐ δύναται (τὸ γὰρ εἰρηνεῦον οὐ κακόν)͵ ἢ μάχεσθαι͵ ὅπερ τὸ ἀγαθὸν οὐ δύναται (τὸ γὰρ μαχόμενον οὐ τελέως ἀγαθόν)͵ ἢ τὸ μὲν κακὸν μάχεσθαι͵ τὸ δὲ ἀγαθὸν μὴ ἀντιμάχεσθαι͵ ἀλλ΄ ὑπὸ τοῦ κακοῦ φθείρεσθαι͵ ἢ λυπεῖσθαι καὶ κακοῦσθαι͵ ὅπερ οὐ τοῦ ἀγαθοῦ γνώρισμα. Μία τοίνυν ἀρχὴ ἀγαθὴ πάσης κακίας ἀπηλλαγμένη.
Ἀλλ΄ εἰ τοῦτο͵ φασί͵ πόθεν τὸ κακόν; Ἀμήχανον γὰρ ἐκ τοῦ ἀγαθοῦ τὸ κακὸν ἔχειν τὴν γένεσιν. Φαμὲν οὖν͵ ὅτι τὸ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπή· οὐδὲν γὰρ κακὸν κατὰ φύσιν. Πάντα γάρ͵ ὅσα ἐποίησεν ὁ θεός͵ καλὰ λίαν͵ καθὸ γέγονεν. Οὕτω τοίνυν μένοντα͵ καθὼς ἔκτισται͵ καλὰ λίαν εἰσίν͵ ἑκουσίως δὲ ἀποφοιτῶντα ἐκ τοῦ κατὰ φύσιν καὶ εἰς τὸ παρὰ φύσιν ἐρχόμενα͵ ἐν τῷ κακῷ γίνονται. Κατὰ φύσιν μὲν οὖν πάντα δοῦλα καὶ ὑπήκοα τοῦ δημιουργοῦ. Ὅταν οὖν ἑκουσίως τι τῶν κτισμάτων ἀφηνιάσῃ καὶ παρήκοον τοῦ ποιήσαντος αὐτὸ γένηται͵ ἐν ἑαυτῷ συνεστήσατο τὴν κακίαν· κακία γὰρ οὐκ οὐσία τίς ἐστιν οὐδὲ οὐσίας ἰδίωμα͵ ἀλλὰ συμβεβηκὸς ἤτοι ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἑκούσιος παρατροπή͵ ὅπερ ἐστὶν ἡ ἁμαρτία.
Πόθεν οὖν ἡ ἁμαρτία; Τῆς αὐτεξουσίου γνώμης τοῦ διαβόλου εὕρημα. Κακὸς οὖν ὁ διάβολος; Καθὸ μὲν γέγονεν͵ οὐ κακός͵ ἀλλ΄ ἀγαθός· ἄγγελος γὰρ λαμπρὸς καὶ φωτεινὸς ὑπὸ τοῦ δημιουργοῦ ἔκτισται͵ αὐτεξούσιος ὡς λογικός͵ ἑκουσίως τε τῆς κατὰ φύσιν ἀρετῆς ἀπεφοίτησε καὶ ἐν τῷ ζόφῳ τῆς κακίας γέγονε͵ θεοῦ μακρυνθεὶς τοῦ μόνου ἀγαθοῦ καὶ φωτοποιοῦ· ἐξ αὐτοῦ γὰρ πᾶν ἀγαθὸν ἀγαθύνεται͵ καὶ καθόσον ἐξ αὐτοῦ μακρύνεται γνώμῃ (οὐ γὰρ τόπῳ)͵ ἐν τῷ κακῷ γέγονεν.
(κάντε κλικ για τη Νεοελληνική απόδοση του κειμένου)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου