Αγ. Ιωάννου Χρυσοστόμου: "Μακάριοι οι πτωχοί τω πνεύματι"


“Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι͵ ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν”. Τί ἐστιν͵ “Οἱ πτωχοὶ τῷ πνεύματι”; Οἱ ταπεινοὶ καὶ συντετριμμένοι τὴν διάνοιαν. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καὶ τὴν προαίρεσιν εἴρηκεν. Ἐπειδὴ γάρ εἰσι πολλοὶ ταπεινοὶ͵ οὐχ ἑκόντες͵ ἀλλ΄ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης βιαζόμενοι͵ ἀφεὶς ἐκείνους (οὐδὲ γὰρ ἂν εἴη τοῦτο ἐγκώμιον)͵ τοὺς ἀπὸ προαιρέσεως ἑαυτοὺς ταπεινοῦντας καὶ καταστέλλοντας μακαρίζει πρώτους. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν͵ Οἱ ταπεινοὶ͵ ἀλλ΄͵ “Οἱ πτωχοί”; Ὅτι τοῦτο ἐκείνου πλέον. Τοὺς γὰρ κατεπτηχότας ἐνταῦθά φησι͵ καὶ τρέμοντας τοῦ Θεοῦ τὰ ἐπιτάγματα͵ οὓς καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σφόδρα ἀποδεχόμενος ὁ Θεὸς͵ ἔλεγεν· “Ἐπὶ τίνα ἐπιβλέψω͵ ἀλλ΄ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον͵ καὶ τρέμοντά μου τοὺς λόγους;”

Καὶ γὰρ πολλοὶ τῆς ταπεινοφροσύνης οἱ τρόποι· καὶ ὁ μέν ἐστι ταπεινὸς συμμέτρως͵ ὁ δὲ μεθ΄ ὑπερβολῆς ἁπάσης Ταύτην καὶ ὁ μακάριος προφήτης ἐπαινεῖ τὴν ταπεινοφροσύνην͵ οὐ τὴν ἁπλῶς κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων͵ ἀλλὰ τὴν σφόδρα συντεθραυμένην͵ δι΄ ὧν φησι· “Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον͵ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει”. [...]
Ταύτης γὰρ ὑποκειμένης͵ μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης͵ κἂν μέχρι τῶν οὐρανῶν φθάσῃ πολιτευόμενος͵ ἅπαντα ὑποσύρεται ῥᾳδίως͵ καὶ εἰς χαλεπὸν καταστρέφει τέλος. Κἂν νηστείαν͵ κἂν εὐχὴν͵ κἂν ἐλεημοσύνην͵ κἂν σωφροσύνην͵ κἂν ἄλλ΄ ὁτιοῦν συναγάγῃς ἀγαθὸν͵ ταπεινοφροσύνης χωρὶς͵ διαῤῥεῖ καὶ ἀπόλλυται ἅπαντα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Φαρισαίου γέγονε. Καὶ γὰρ μετὰ τὸ φθάσαι εἰς αὐτὴν τὴν κορυφὴν͵ πάντα ἀπολέσας κατέβη͵ ἐπειδὴ τὴν μητέρα τῶν ἀγαθῶν οὐκ εἶχεν. Ὥσπερ γὰρ ἡ ἀπόνοια πηγὴ κακίας ἁπάσης ἐστὶν͵ οὕτως ἡ ταπεινοφροσύνη φιλοσοφίας ἁπάσης ἀρχή. Διὸ καὶ ἐντεῦθεν ἄρχεται͵ πρόῤῥιζον ἀνασπῶν τὴν ἀλαζονείαν ἐκ τῆς τῶν ἀκουόντων ψυχῆς.

Ὁμιλίαι εἰς τό κατά Ματθαῖον Εὐαγγέλιον, PG 57, 223-225.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου