Ποίησις. τὸ ὅλον βιβλίον. οἷον Ἰλιὰς καὶ ἡ Ὀδύσσεια. Ἰλιὰς δέ ἐστιν ἡ τῆς Τροίας ὑπόθεσις· Ἴλιον γὰρ ἡ Τροία. Ὀδύσσεια δὲ ἡ πλάνη τοῦ Ὀδυσσέως. εἰσὶ δὲ καὶ δύο αὗται ποιήσεις τοῦ Ὁμήρου. διαιρεῖται δὲ τριχῶς ἡ ποίησις· εἰς διηγηματικόν· εἰς μιμητικὸν͵ καὶ μικτόν. καὶ διηγηματικόν ἐστιν͵ ἡνίκα ὅλος ὁ λόγος ἐκ ποιητικοῦ μόνου προσώπου λέγεται. μιμητικὸν δὲ αἱ τραγῳδίαι καὶ κωμῳδίαι. ποίημα καὶ ποίησις διαφέρει. ποίησις μὲν γάρ ἐστιν͵ ὡς εἴρηται͵ τὸ ὅλον βιβλίον· ποίημα δὲ ἡ ῥαψῳδία. εἴρηται δὲ ῥαψῳδία ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾄδειν τὰ Ὁμήρου ποιήματα. καὶ διατί δαφνίνην ῥάβδον κρατοῦντες ᾖδον τὰ Ὁμήρου ποιήματα; διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ͵ ἢ ὅτι μαντικὴ ἡ δάφνη͵ μαντικὴ δὲ ἡ ποιητική· οὐδὲ γὰρ εἴη τὶς τέλειος ποιητὴς͵ εἰ μὴ ἱστορήσει καὶ μαντεύσεται καὶ διηγήσεται.
Ἰωάννου Ζωναρᾶ, ΣΥΝΑΓΩΓΗ
ΛΕΞΕΩΝ͵ ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ΔΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ
ΠΑΛΑΙΑΣ ΤΕ ΦΗΜΙ ΓΡΑΦΗΣ ΚΑΙ ΤΗΣ ΝΕΑΣ ΚΑΙ
ΑΥΤΗΣ ΔΗΠΟΥ ΤΗΣ ΘΥΡΑΘΕΝ.
