Εὐχὴ τῶν τεσσαράκοντα ἡμερῶν τῶν ἁγίων νηστειῶν.

τοῦ Mεγάλου Βασιλείου

Δέσποτα Κύριε παντοκράτωρ͵ ὁ πᾶσαν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας͵ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων͵ πρὸς ἐγκράτειαν παθῶν͵ πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας͵ τὰ θεοχάρακτα γράμματα͵ τῷ θεράποντί σου Μωσῇ· παράσχου καὶ ἡμῖν͵ ἀγαθὲ͵ τὸν ἀγῶνα τὸν καλὸν͵ τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι· τὴν πίστιν ἀδιαίρετον τηρῆσαι· τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι͵ νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆσαι͵ καὶ ἀκατακρίτως φθάσαι καὶ προσκυνῆσαι τὴν ἁγίαν ἀνάστασιν· ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομά σου τοῦ Πατρὸς͵ καὶ τοῦ Υἱοῦ͵ καὶ τοῦ ἁγίου Πνεύματος͵ νῦν͵ καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
 
(PG 31.1653)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου