῏Ηλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας͵ εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβῶ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς͵ πάτερ. ὁ δὲ εἶπεν· ἐγὼ οὔπω γέγονα μοναχός͵ ἀλλ΄ εἶδον μοναχούς· καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν͵ ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· ἄπελθε εἰς τὴν ἔρημον͵ καὶ ἰδὲ τί βλέπεις ἐκεῖ· ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη͵ λέγων͵ μήπως ἀπὸ δαιμόνων ἐστίν. καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς͵ ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ εὗρον ἐκεῖ λίμνην ὑδάτων͵ καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς· καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα͵ ἐλάλησαν πρός με· μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. καὶ εἶπον αὐτοῖς· πόθεν ἐστέ͵ καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; καὶ εἶπον· ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία͵ καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ ὁ μὲν εἷς Αἰγύπτιος͵ ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. καὶ ἐπηρώτησάν με καὶ αὐτοὶ λέγοντες· πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ͵ καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ͵ καὶ εἶπον αὐτοῖς· ναί. κἀγὼ αὐτοὺς ἠρώτησα· πῶς δύναμαι γενέσθαι μοναχός; καὶ λέγουσί μοι· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου͵ οὐ δύναται γενέσθαι μοναχός. καὶ εἶπον αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι ὡς ὑμεῖς· καὶ εἶπόν μοι καὶ αὐτοί· καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς͵ κάθου εἰς τὸ κελλίον σου͵ καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών͵ οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα͵ οὐ καίεται τὰ σώματα ὑμῶν; οἱ δὲ εἶπον· ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν͵ οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. διὰ τοῦτο εἶπον ὑμῖν͵ ὅτι οὔπω γέγονα μοναχός͵ ἀλλ΄ εἶδον μοναχούς. συγχωρήσατέ μοι͵ ἀδελφοί.
PG 34.237 - 240
PG 34.237 - 240
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου