Ὥσπερ ὁ χρυσὸς τῇ γῇ μέμικται...

Λευτέρης Βελέτζας: Ορίζοντες (χαρακτικό)


Ὥσπερ ὁ χρυσὸς τῇ γῇ μέμικται͵ εἶτα διϋλιζόμενος ὑπὸ τοῦ ὕδατος φανερὸς γίνεται ἀπὸ τῆς γῆς͵ πάλιν δὲ εἰς χωνευτήριον βάλλεται͵ ἕως οὗ καθαρισθῇ τελείως͵ καὶ τότε λαμβάνει εἰκόνα βασιλέως καὶ εἰς ἐμπορίαν ἀπέρχεται καὶ εἰς θησαυροὺς βασιλικοὺς ἀποτίθεται· πρὸ δὲ τοῦ διϋλισθῆναι κατεπατεῖτο ὑπὸ τῶν θηρίων͵ οὕτω καὶ ἡ ψυχὴ ἐν γῇ οὖσα μετὰ τῆς ἁμαρτίας μεμιγμένη ὑπὸ τῶν θηρίων τῶν πονηρῶν πνευμάτων κατεπατεῖτο͵ εἶτα ὑπὸ τοῦ πνεύματος͵ τοῦ οὐρανίου ὕδατος͵ διϋλίζεται καὶ πρῶτον φανεροῦται λαμβάνουσα χάριν καὶ γινώσκει ἑαυτὴν χωριζομένην τῆς κακίας· εἶτα εἰς τὸ χωνευτήριον τῆς δοκιμασίας βάλλεται͵ ἵνα τελείως καθαρισθῇ ἀπὸ παντὸς ῥύπου͵ καὶ οὕτως εἰκόνα βασιλέως οὐρανίου λαμβάνει καὶ μορφοῦται Χριστὸς ἐν αὐτῇ καὶ τότε καθαρὰ γενομένη εὔχρηστός ἐστι τῷ δεσπότῃ καὶ εἰς τοὺς βασιλικοὺς θησαυροὺς ἀποτίθεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 

Ἅγ. Μακάριος ὁ Αἰγύπτιος


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου