ἀρχαρίου τεττίγισμα*




Οἱ φυγάδες τοῦ κόσμου
νυχθημέρως θρηνοῦμεν
ἐν ναοῖς χρυσοποικίλτοις
-ἀλλ’ εἰς δόξαν Θεοῦ·
καί τά στίφη ὁρῶντες
κοσμικῶν συρρεόντων,
ἀναπέμπομεν ὕμνον
τῷ Ὑψίστῳ πολύν!

Περιάγοντες πόλεις
προσηλύτους ποιοῦμεν
ἡσυχίαν διάγειν
φλυαροῦντες ἀεί·
ἣν αὐτοί λησμονοῦμεν
καί ὅτι ἔξω κελλίου
μοναχός ἀπολεῖται
ὡς ἰχθύς ἐπί γῆν.

Ἐμαυτόν κατακρίνων
δός μοι δάκρυα, Μῆτερ,
ἱκετεύσατε πάντων
τῶν Ἁγίων χοροί
τῷ κριτῇ μου καί πλάστῃ
μή παρίδῃ εἰς τέλος
καί μετάνοιαν δίδῃ.
ᾯ ἡ δόξα. Ἀμήν.


 ------------- 
* Ἀρχάριος μέν διά τό «οὔπω γέγονα μοναχός», τοῦ Ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου· ὡς τέττιξ δέ φωνάς περιπλέκων, μή ἐργαζόμενος τά πρός σωτηρίαν. Εὔξασθε, ὑπέρ ἐμοῦ, ἀδελφοί. π. Χ.Β.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...