Ερμηνεία εις το "αγρόν ηγόρασα"

ΛΟΥΚΑ, ΚΕΦ. ΙΔ'

Στίχ. ιβʹ· Ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φί λους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺςσυγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα.
Στίχ. ιγʹ. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς.
Στίχ. ιδʹ. Καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
Ἀλλ' οὔτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς. Μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθ' ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασιν· ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγματα· συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέλοντες· γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. Κατὰ κοινοῦ δὲ τὸ πλουσίους ἀκουστέον. Οἱ μὲν οὖν ἀκροάσεις καταγέλλοντες πλουσίους καὶ πτωχοὺς καλοῦσιν· ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. Καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ· ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ· χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι· τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δὲ, Οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ· Οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον, καὶ διαλεκτικῶς.
Στίχ. ιηʹ. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες· τουτέστιν, ὡς ἐξ ἑνὸς συνθήματος. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
Στίχ. κʹ. Καὶ ἕτερος εἶπε Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
Ἁπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως· φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. Οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴνἔχοντα τὴν πιθανότητα, καὶ τὴν ποικιλίαν τοῦ λόγου· οἳ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ἀγρὸν καὶ δυνάμεις. Ὁ οὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὃν ἐκτήσατο λόγον διὰ τὸ προειλῆφθαι, ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως ἐξέρχεται ἐκ τοῦ δείπνου, καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δὲ Ἐρωτῶ σέ φησιν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλοχωρῶν· οὐδ' οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηνται. Εἰ ὁ δύο ἀριθμὸς ἐπὶ ὕλας τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμησε· διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρῄτηται. Ὁ δὲ ἕτερός ἐστιν ὁ εἰπών· Γυναῖκα ἔγημα, ὁ δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτης κοινωνήσει παραιτούμενος τὴν ἀληθῆ· ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, φιλήδονος μᾶλλον ἢ φιλόθεος. Τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως· ἔκλαβε δὲ καὶ ἄλλως τὰ κατὰ τὸν τόπον, ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν.
 Ἀναγκαίως ὁ Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵν' ὡς ἀνθρώποις λαλήσῃ, μὴ χωροῦσιν οἰκονομηθῆναι ὑπὸ τοῦ Θεοῦ πάντα, μένοντος τοῦ Θεοῦ. Καὶ τότε παύσεται ὁμοιούμενος ἀνθρώπῳ, ὅταν, παυσάμενοι ἔριδος, ζήλου καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ κατ' ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ Θεοῦ· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Πέπαυται δὲ καὶ ἄλλα πολλὰ καλούμενος, ὧν ἁμαρτωλὸς χρῄζει ἄνθρωπος, πάνθηρ καὶ λέων, καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. Οὕτως ἀκούω καὶ τοῦ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι κατὰ τὸν Ἰωάννην λέγοντα· Ὁ Θεὸς ἡμῶν φῶς ἐστι. Καὶ αὖθις· Οὔπω, φησὶν, ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Εἰ γὰρ καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῶν γίνεται· ἐν δὲ τῇ ἀποκαταστάσει πάντων, ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν ὃ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστι. Παρ' ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη· παρὰ δὲ τοῖς ἑαυτοὺς ἀποθεώσασι Θεῷ· Ὁ Θεὸς γάρ ἐστι, φησὶν, ἐν συναγωγῇ θεῶν.


Ωριγένους, σχόλια εἰς τό κατά Λουκᾶν, PG 17, 361-365.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου