Ἀστερίου Ξενοπολίτου*, περί τῶν πειρασμῶν

Δόκιμός τις, ἀναλαβών παρά τοῦ προεστῶτος διακονίαν κανδηλάπτου καί προσερχόμενος μεσονυκτίως ἐν τῷ ναῷ μόνος πρό πάντων τῶν ἀδελφῶν, ἑπειράζετο πολλά ὑπό τοῦ διαβόλου, φόβον ἐκχέοντος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὡς δῆθεν ἐκ τοῦ σκότους προεχομένου, καί μήποτε ὁ μιαρός ὄπισθεν ἁρπάσῃ αὐτοῦ καί κρατήσῃ. Ἐντρεπόμενος δέ ὲξαγορεῦσαι τόν τοιοῦτον λογισμόν τῷ προεστῶτι, πολλάκις ἔντρομος ἔφερεν τήν διακονίαν, μέχρι τῆς διατεταγμένης ὥρας, καθ' ἥν ἅπαντες οἱ ἀδελφοί προσήρχοντο διά τήν κοινήν δέησιν καί ἱερουργίαν. Μιᾷ δέ νυκτί, ὅτε κατά τό σύνηθες ὑπό τοῦ πειρασμοῦ ἐταράττετο, καί μή δυνάμενος ἔτι τόν τρόμον φέρειν, προσέπεσεν ἐνώπιον τῆς εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου λέγων· «ἐγώγε Μητέρα σε καί προστᾶτιν ἔχω, ἐγκαταλείψας οἴκον πατρῷον καί γονεῖς καί ἀδελφούς, καί νῦν καθικετεύω σε ταύτην τήν ἀπειλήν φυγάδευσον ἀπ' ἐμοῦ τοῦ ασθενοῦς καί μή δυναμένου ἀντιστῆναι. Εἰ δέ πάλιν ἐπιτρέψῃς, καθ' ἅ σύ γιγνώσκεις καί βούλεσαι, παρακαλῶ σε, Μῆτερ, ἐμήν ψυχήν διαφύλαξον καί πᾶσαν προσβολήν πρός τό συμφέρον ποίησον». Καί παραχρῆμα, πρό τοῦ ἐκεῖνον περαιῶσαι τήν ἱκεσίαν, ἅπας ὁ φόβος καί ὁ τρόμος διελύθη, οὐ μή γε μόνον κατά τήν εἰρημένην, ἀλλ' οὐδέπω ἀπό τοῦδε ἐπανελθών.
Ταύτην τήν ἱστορίαν διηγούμενος Ἀστέριος, μή θαυμάζετε, ἔλεγεν, ὅτι ταχυεῖα ἔρχεται ἡ παρά τοῦ Θεοῦ καί τῆς Ὑπεραγίας Θεοτόκου καί πάντων τῶν Ἁγίων ἀντίληψις καί προστασία, ὅτε πᾶσαν τήν ζωήν ἡμῶν παρατιθέμενοι τῇ τοῦ Θεοῦ προνοίᾳ, οὐκ ἐκζητοῦμεν μόνον τήν τῶν πειρασμῶν ἀπαλλαγήν ἀλλά καί πρόθυμοι παθεῖν διακείμεθα ὑπέρ τῆς ἀγάπης τοῦ Θεοῦ. Καί γάρ ὁ Χρυσσορρήμων λέγει ὅτι τόν προθύμως δεχόμενον παθεῖν ὑπέρ Χριστοῦ, λύει μέν τό πῦρ καί δροσίζει, ἀπαλλάττει δέ ταχέως ὁ ἀγωνοθέτης Θεός ἀπό πάσης δοκιμασίας καί προσβολῆς, ἐπεί τῆς παιδαγωγίας ἄξιος ἐδείχθη ὁ πειρασθείς. Ἐπεί γάρ οὐ γιγνώσκομεν τό θέλημα τοῦ Θεοῦ καί ποῖον τό τῆς ἡμετέρας ψυχῆς συμφέρον, μή μόνον ζητεῖτε ἀπείραστοι εἶναι, μᾶλλον δέ ὑπομένειν προθύμως διά τόν Χριστόν πᾶσαν προσβολήν καί ἀπειλήν τῶν ὁρατῶν τε καί ἀοράτων ἐχθρῶν, τήν ἐλπίδαν ἔχοντες πρός τόν μόνον δυνάμενον ῥῦσαι ἡμᾶς. Καί γάρ ὁ Κύριος, ὅτε προσηύχετο παρακαλῶν τῷ Πατρί παρελθεῖν ἀπ' αὐτοῦ τό τοῦ πάθους ποτήριον, ταῦτα προσέθηκεν· «πλήν οὐχ ὡς ἐγώ θέλω, ἀλλ' ὡς σύ» καί «εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ' ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου». Τό λοιπόν ἀδελφοί, εἰ μέν ἀποσοβῇ τάς θλίψεις, τοῦτο πρός τό συμφέρον τῆς ψυχῆς γίγνεται, ὅτε τήν πρός τόν Θεόν ἐλπίδα προετάξαμεν ἰδότες ὅτι σμικροί καί ἀσθενεῖς ἐσμέν, εἰ δέ ἐπιτρέπῃ αὐτάς τοῦτο πρός ὠφέλειαν πάλιν, ὅπως διδαχθῶμεν ἡμεῖς τε καί οἱ περί ἡμᾶς ὅτι ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται.


_____________________
* Ο Αστέριος Ξενοπολίτης είναι πρόσωπο ανύπαρκτο και ως εκ τούτου τα γραφόμενά του υπόκεινται σε έλεγχο υπό το φως της Ορθοδόξου Παραδόσεως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...