«Ἀλλ΄ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται». Τουτέστιν͵ εἰ μὲν κοσμικοὶ ἦμεν στρατιῶται͵ φησὶν͵ ἢ εἰς πόλεμον ἐπολεμοῦμεν αἰσθητὸν͵ ἴσχυε ταῦτα τὰ δεσμὰ τὰς χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς͵ ὡς μηδενὶ καταγωνίζεσθαι. Δεσμοῦνται μὲν γὰρ αἱ χεῖρες͵ ἀλλ΄ οὐχ ἡ γλῶττα· γλῶτταν γὰρ οὐδεὶς δῆσαι δύναται͵ ἀλλ΄ ἢ δειλία μόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην μὴ ἔχωμεν͵ κἂν περιβάλῃς δεσμὰ͵ τὸ κήρυγμα οὐ δέδεται. Οἷον͵ γεωργόν τις ἐὰν δήσῃ͵ τὸν σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς͵ τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ γὰρ σπείρει͵ οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται τοίνυν δεσμῷ ὁ λόγος ὁ ἡμέτερος· ἡμῶν γὰρ δεδεμένων͵ ἐκεῖνος λέλυται καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεμένοι κηρύττομεν. Τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν͵ πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χρή.
(Αγ. Ιωάννης ο Χρυσόστομος, PG 62.621)Και ο νοών, νοείτω...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου