Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον


Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς ἡμῶν καὶ σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ ἀγαπᾶν ἀρετήν, ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων σαφῆ παραδίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὅμου καὶ λόγοις προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς. Οὕτω τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν διά τε προφητικῶν καὶ εὐαγγελικῶν στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾶν δὲ γνώμην φιλάνθρωπον καὶ τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι καὶ γράφει τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα, καὶ τοῦ μὲν τὴν φιλότιμον ἀπόλαυσιν, τοῦ δὲ τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι καὶ τὸ τέλος ἀμφοτέρων τοῦ βίου εἰς ὅ τι κατέληξεν, ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύμασι σκεψάμενοι τὴν ἀλήθειαν σώφρονες γενώμεθα τῶν ἰδίων κριταί.
«Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον». Διὰ δύο συντόμων ὀνομάτων ὁ λόγος σκώπτει καὶ κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν. Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα πολυδάπανον καὶ περίεργον· τῆς δὲ βύσσου οὐκ ἀναγκαία ἡ χρῆσις. Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων καὶ ἀπερίεργον οἰκεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν μετρεῖν, φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν καὶ τὴν πολύπλαδον διαγωγὴν ὡς κακίας μητέρα. Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνωσθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται ὅροις καὶ κανόσι περιλαμβανομένη σώφροσιν.
Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν; Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν καὶ τοῖς μαλλοῖς εὐθηνούμενον· τοῦτο λαβὼν ἀπόκειρον καὶ δὸς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαιπωρίαν καὶ τῆς ζεούσης ἀκτῖνος τὴν βλάβην. Εἰ δέ σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν· καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι σκέπην εὐσχήμονα ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι. Καὶ τούτων ἀπολαύων ὁμολόγει τῷ κτίστῃ τὴν χάριν ὑπὲρ ὧν οὐκ ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῆν ἀσφαλείας ἐφρόντισεν.
Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων παρασκευὴν ταῖς ματαίαις ἐπινοίαις καὶ ταῖς ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος τὴν βύσσον ἐπιζητῇς καὶ συνάγῃς τὰ τῶν περσικῶν σκωλήκων νήματα, ἱστὸν δὲ ἀράχνης ἀνεμιαῖον ὑφαίνῃς, καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος μισθοὺς τελῇς δαψιλεῖς, ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας τῷ αἵματι τοῦ ζῴου χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντος ἐστιν ἀνθρώπου παραχρωμένου τῇ κτήσει, οὐκ
ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο εἰκότως ὁ τοιοῦτος μαστίζεται παρὰ τοῦ εὐαγγελίου κατηγορούμενος ὡς βλὰξ καὶ θηλυδρίας, κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος.
Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί· μᾶλλον δὲ πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες οὐδὲ μέχρι τῶν εἰρημένων ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους, ἀλλά τινα κενὴν ὑφαντικὴν ἐξευρόντες περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην τῆς γραφικῆς μιμεῖται τὴν δύναμιν καὶ πάντων ζῴων τοῖς πέπλοις τὰς μορφὰς ἐνσημαίνεται, τὴν ἀνθίνην καὶ μυρίοις εἰδώλοις πεποικιλμένην φιλοτεχνοῦσιν ἐσθῆτα ἑαυτοῖς τε καὶ γυναιξὶ καὶ παισίν· παίζοντες λοιπόν, οὐ σπουδάζοντες· κατὰ τῆς ἀμετρίας τοῦ πλούτου παραχρώμενοι τῷ βίῳ, οὐ χρώμενοι, ἀντινομοθετοῦντες τῷ Παύλῳ καὶ μαχόμενοι ταῖς θεοπνεύστοις φωναῖς, οὐ γράμμασιν ἀλλὰ πράγμασιν. Ἃ γὰρ ἐκεῖνος ἀπεκήρυξε λόγῳ, ταῦθ' οὗτοι κρατοῦσι καὶ κυροῦσι τοῖς ἔργοις.
Ὅταν οὖν ἐνδυσάμενοι φανῶσιν, ὡς τοῖχοι γεγραμμένοι παρὰ τῶν συντυγχανόντων ὁρῶνται. Καί που καὶ τὰ παιδία αὐτοὺς περιίστανται μειδιῶντα πρὸς ἄλληλα καὶ δακτυλοδεικτοῦντα τὴν ἐν τοῖς ἱματίοις γραφήν· βαδίζουσι δὲ παρεπόμενα, οὐκ ἀναχωροῦντα μέχρι πολλοῦ. Ἐκεῖ λέοντες καὶ παρδάλεις, ἄρκτοι καὶ ταῦροι καὶ κύνες· ὕλαι καὶ πέτραι, καὶ ἄνδρες θηροκτόνοι καὶ πᾶσα ἡ τῆς γραφικῆς ἐπιτήδευσις μιμουμένη τὴν φύσιν. Ἔδει γὰρ μὴ τοὺς τοίχους αὐτῶν μόνον, ὡς ἔοικεν, καὶ τὰς οἰκίας κοσμεῖσθαι, ἀλλ' ἤδη καὶ τοὺς χιτῶνας καὶ τὰ ἐπ' ἐκείνοις ἱμάτια.
Ὅσοι δὲ καὶ ὅσαι τῶν πλουτούντων εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν τοῖς ὑφανταῖς παρέδωκαν· αὐτὸν λέγω τὸν Χριστὸν ἡμῶν μετὰ τῶν μαθητῶν ἁπάντων, καὶ τῶν θαυμασίων ἕκαστον ὡς ἡ διήγησις ἔχει. Ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρίας· τὸν παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα· τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον· τὴν αἱμορροοῦσαν τοῦ κρασπέδου λαμβανομένην· τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ Ἰησοῦ προσπίπτουσαν· τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα. Καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσι καὶ ἱμάτια κεχαρισμένα τῷ Θεῷ ἀμφιέννυσθαι. Ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα πωλήσαντες τὰς ζώσας εἰκόνας τοῦ Θεοῦ τιμησάτωσαν. Μὴ γράφε τὸν Χριστόν – ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι' ἡμᾶς κατεδέξατο – , ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον Λόγον περίφερε. Μὴ τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον. Μὴ ἱστόρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον. Μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν Κύριον, ἀλλ' ἐπὶ τοῖς αὑτοῦ πλημμελήμασι συντριβόμενος πυκνὸν ἔκχει τὸ δάκρυον. Μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε. Μὴ τὸν τυφλὸν ἐπὶ τῆς ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμυθοῦ. Μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας. Μὴ τὰς ὑδρίας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τὸν διψῶντα.
Ἐπὶ ταῦτα ἡμᾶς ὠφέλησε τὸ ὑπερήφανον ἔνδυμα τοῦ πλουσίου, οὐ μὴν οὐδὲ τὰ ἑξῆς παροπτέον. Προσέθηκε γὰρ τῇ πορφύρᾳ καὶ τῇ βύσσῳ τὸ τρυφᾶν καθ' ἡμέραν λαμπρῶς· πάντως δὲ τῆς μιᾶς γνώμης ἀμφότερα, τὸ καὶ τῇ ἀχρήστῳ φιλοτιμίᾳ τῶν ἐσθημάτων ἐγκαλλωπίζεσθαι καὶ τῇ γαστρὶ καὶ τῇ φάρυγγι δουλεύειν ἡδυπαθῶς. Τρυφὴ τοίνυν ἐστὶν πρᾶγμα πολέμιον φιλαρέτου ζωῆς, βλακείας δὲ καὶ διαχύσεως δηλούσης, ἀπολαύσεως ἀμέτρου καὶ ἀνδραποδώδους συνηθείας. Καὶ λεγόμενον μὲν τὸ πρᾶγμα ἕν τι φαίνεται· ἐξεταζόμενον δὲ κατὰ μέρος καὶ κατηγορούμενον, ἐκ ποικίλης καὶ πλείονος καὶ πολυκεφάλου κακίας ἔχει τὴν σύστασιν. Τρυφὴ γὰρ οὐκ ἂν γένοιτο μὴ πολλαῖς αὐξηθεῖσα ταῖς ὕλαις. Ὕλας δὲ πλούτου σωρεῦσαι ἀναμαρτήτως ἀμήχανον, πλὴν εἰ μή τινι κατὰ τὸ σπάνιον, ὡς τῷ Ἰώβ, συμβαίη καὶ πλουτεῖν δαψιλῶς καὶ ζῆν κατὰ τὸ δίκαιον ἀκριβῶς.
Δεῖ τοίνυν τῷ τρυφῶντι πρῶτον μὲν οἰκίας πολυτελοῦς, ψήφῳ καὶ λίθοις καὶ χρυσῷ κατὰ τὰς νύμφας κεκοσμημένης· πρὸς δὲ τὰς ἐξαλλαγὰς τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἐπιτηδείως ἐχούσης. Ζητεῖται γὰρ ἀλεεινὴ μὲν ἡ τοῦ χειμῶνος καὶ τετραμμένη πρὸς τὴν ἀκτῖνα τῆς μεσημβρίας, ἀναπεπταμένη δὲ πρὸς τὴν ἄρκτον θερινή, ἵνα λεπταῖς ὁμοῦ καὶ ψυχραῖς ταῖς αὔραις ταῖς βορειναῖς καταπνέηται. Μετὰ ταύτην χρεία πολυτελοῦς ἐσθῆτος τῆς μελλούσης ἀμφιέννυσθαι τὰ βάθρα, τὰς κλίνας, τὰς στιβάδας, τὰς θύρας. Πάντα γὰρ παρ' ἐκείνοις ἐπιμελῶς ἐνδύεται καὶ τὰ ἄψυχα, ἐλεεινῶς τῶν πενήτων ἐκδυομένων. Πρόσθες ἑξῆς τούτοις καὶ λόγισαι τὸν ἐν τοῖς σκεύεσιν ἄργυρον, τὸν χρυσόν, τὴν πολυδάπανον ἀγορασίαν τῶν ἐκ Φάσιδος ὀρνίθων, οἴνου τοῦ Φοίνικος, ὃν αἱ ἄμπελοι Τύρου πολὺν τοῖς πλουσίοις καὶ τίμιον ἀπορρέουσι· πᾶσαν τὴν ἄλλην τῆς ἀπολαύσεως τὴν παρασκευήν, ἣν αὐτῶν τῶν χρωμένων ἐστὶν ἐπιμελῶς ὀνομάσαι. Αὔξουσα γὰρ καθ' ἡμέραν ἐπὶ τὸ περιεργότερον ἡ τρυφὴ ἤδη καὶ τῶν ἐξ Ἰνδικῆς ἀρωμάτων παρεγχέει τοῖς ὄψοις, καὶ μᾶλλον τῶν ἰατρῶν οἱ μυροπῶλαι τοῖς μαγείροις ὑπηρετοῦσιν. Ἐντεῦθεν ἐννόησον τὸ δορυφορικὸν τῆς τραπέζης πλῆθος, τραπεζοποιούς, οἰνοχόους, ταμιείας καὶ τοὺς τούτων ἀφηγουμένους μουσικούς, μουσικάς, ὀρχηστρίδας, αὐλητάς, γελωτοποιούς, κόλακας, παρασίτους, τὸν ἀκόλουθον τῆς ματαιότητος συρφετόν.
Ταῦτα ἵνα κτηθῇ, πόσοι πένητες ἀδικοῦνται! πόσοι δὲ ὀρφανοὶ κονδυλίζονται! πόσαι χῆραι δακρύουσιν! πόσοι σφοδρῶς σπαραττόμενοι σπεύδουσιν πρὸς ἀγχόνην! Ἡ δὲ τῶν τοιούτων ψυχὴ ὥσπερ Ληθαίου τινος ὕδατος γευσαμένη ἑαυτῆς ἀμνημονεῖ καθάπαξ, τίς ἐστιν καὶ τίνι συνέζευκται, καὶ ὅτι ποτὲ τῆς συζυγίας ταύτης λυθήσεται καὶ πάλιν ἀνακτισθέντι συνοικήσει τῷ σώματι. Ἐλθόντος δὲ καιροῦ τοῦ καθήκοντος καὶ τοῦ ἀπαραιτήτου προστάγματος τῆς πρὸς τὸ σῶμα κοινωνίας ἀποσπῶντος αὐτήν, ἀναλογισμὸς εἰσέρχεται τῶν βεβιωμένων καὶ ἀνωφελὴς μετάνοια, κατόπιν γινομένη τῆς χρείας. Τότε γὰρ ὀνίνησι μεταμέλεια, ὅταν ὁ μεταβουλευόμενος ἐξουσίαν ἔχῃ τῆς διορθώσεως· ἀναιρεθείσης δὲ τῆς ἐνεργείας τοῦ κατορθοῦν ἀχρεῖος ἡ λύπη καὶ μάταιος ἡ μετάγνωσις.
«Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος». Οὐ πένητα ἁπλῶς ὑπογράφει ὁ λόγος τῆς δαπάνης καὶ τῆς χρείας τῶν ἀναγκαίων ἐστερημένον, ἀλλὰ γὰρ καὶ ἀρρωστίᾳ ὀδυνηρᾷ συνεχόμενον καὶ διερρυηκότα τὸ σῶμα, ἄοικον, ἀνέστιον, ἀθεράπευτον, τῇ πύλῃ τοῦ πλουσίου προσερριμμένον. Καὶ λίαν ἐπιμελῶς τῇ διηγήσει τὰς συμφορὰς ἐπὶ τέλει ἐκτραγῳδεῖ τοῦ πτωχοῦ, ἵνα τὴν τοῦ μὴ ἐλεοῦντος στηλιτεύσῃ σκληρότητα. Ὁ γὰρ πρὸς λιμὸν καὶ νόσον μηδὲν πάσχων ἐλεεινὸν ἢ συμπαθὲς θηρίον ἐστὶν ἄλογον, κακῶς εἰς ἀνθρώπου μορφωθὲν σχῆμα, ψευδόμενον τῇ προαιρέσει τὴν φύσιν· μᾶλλον δὲ καὶ αὐτῶν τῶν θηρίων ἀσυμπαθέστερον, εἴ γε χοίρου μὲν σφαζομένου ἕλκονται πρός τινα λυπηρὰν αἴσθησιν οἱ χοῖροι καὶ τῷ νεορρύτῳ αἵματι ἀνιαρὰ ἐπιτρύζουσι· περιίστανται δὲ τοῦ ταύρου τὸν φόνον οἱ βόες ἐμπαθεῖ μυκηθμῷ τὴν ἄλγιδα σημαίνοντες. Ἀγέλαι δὲ γεράνων, μιᾶς τῶν συννόμων περιπεσούσης θηράτροις, περιίπτανται τὴν κρατουμένην καί τινος ὀδυρτικῆς κλαγγῆς τὸν ἀέρα πληροῦσιν, τὴν ὁμόφυλον ζητοῦσαι καὶ σύννομον. Ἄνθρωπον δέ, τὸ λογικὸν ζῷον καὶ ἥμερον καὶ καθ' ὁμοίωσιν Θεοῦ τὴν ἀγαθότητα παιδευόμενον, μικρὸν οὕτω φροντίζειν τῶν συγγενῶν ἐν ταῖς ὀδυνηραῖς τῶν συμφορῶν περιστάσεσιν!
Ἔκειτο τοίνυν ὁ πολυώδυνος καὶ εὐχάριστος πένης πόδας οὐκ ἔχων, – ἦ γὰρ ἂν τὸν ἀλάστορα καὶ ὑπερήφανον ἔφυγεν, ἕτερον τόπον ἀλλαξάμενος ἀντὶ τῆς ξενοκτόνου πύλης τῆς κεκλεισμένης τοῖς πένησιν – χειρῶν ἀφῃρημένος καὶ οὐδὲ παλάμην ἔχων προτείνειν εἰς αἴτησιν, ἐμφραχθεὶς αὐτὰ τὰ ὄργανα τῆς φωνῆς καί τινα βραγχῶσαν καὶ τραχεῖαν τῶν στέρνων ἠχὴν προϊέμενος, πᾶσιν ἁπλῶς ἠκρωτηριασμένος τοῖς μέλεσιν, νόσου πονηρᾶς λείψανον, ἐλεεινὸν ὑπόδειγμα τῆς ἀνθρωπίνης ἀσθενείας. Ἀλλ' ὅμως οὐδὲ τοσοῦτος κατάλογος συμφορῶν ἔκλινεν πρὸς ἐπίσκεψιν τὸν ὑψαύχενα· παρῄει δὲ ὡς λίθον τὸν ἄνθρωπον ἀπροφάσιστον τὴν ἁμαρτίαν ἐπιτελῶν. Οὐ γὰρ εἶχεν ἐγκαλούμενος λέγειν ταῦτα τὰ κοινὰ καὶ εὐπρόσωπα· Οὐκ ἔγνων, οὐκ ᾔδειν· ἔλαθεν με ποτνιῶν ὁ πτωχός· ὃς ἔκειτο πρὸ τῆς πύλης εἰσιόντος καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν· ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο. Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα ὅτι «Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν»· σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας; Ἀλλ' οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο, κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν.
Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς, ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν. Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα.
«Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχόν». Διπλῆ τις ἐστὶν ἡ περὶ τὸν πτωχὸν σημασία· ἡ μὲν δηλοῦσα τῶν ἀναγκαίων τὴν ἔνδειαν, ἡ δὲ τὴν μετριοφροσύνην καὶ τοῦ ἤθους τὴν ταπεινότητα. Μὴ τοίνυν ὁ τῶν ὑλῶν ἀπόρως ἔχων καὶ πενόμενος ἀργυρίου, ἠμφιεσμένος δὲ τὴν ἐλεεινὴν ἐφεστρίδα, οἰκειούσθω τῆς ἀρετῆς τὸν ἔπαινον, μηδὲ νομιζέτω ἀρκέσειν αὐτῷ τὴν ἔνδειαν πρὸς σωτηρίαν. Οὐ γὰρ ὁ κατ' ἀνάγκην πενόμενος ἐπαινεῖται, ἀλλ' ὁ τὴν γνώμην αὐθαιρέτως μετριάζων θαυμάζεται. Ἐπεὶ τοῖς ἀπορουμένοις ἁπλῶς, ἔχουσι δὲ τὸν τρόπον ἀπαιδαγώγητον ἢ ἀκατόρθωτον, ἐφόδιον γίνεται πολλῶν καὶ πονηρῶν τολμημάτων ἡ πρὸς ἀνάγκην ἀκτημοσύνη. Καὶ πάντας ἐγὼ τοὺς τοιχωρύχους καὶ ἀνδραποδιστάς, ἔτι μὴν λωποδύτας καὶ κλέπτας καὶ τοὺς ἀνδροφόνους αὐτούς, εἴ ποτε παρέβαλον ἀρχοντικῷ κριτηρίῳ, πένητας ἐθεασάμην, ἀγνώστους, ἀοίκους, ἀνεστίους.
Ὡς ἐκ τούτου πρόδηλον εἶναι, ὅτι μακαρίζει νῦν ἡ Γραφὴ τὸν πτωχὸν ἐκεῖνον τὸν φιλοσόφῳ ψυχῇ τοὺς μόχθους βαστάζοντα, καρτεροῦντα δὲ γενναίως πρὸς τὰς περιστάσεις τοῦ βίου καὶ οὐδὲν κακουργοῦντα πονηρόν, ἵνα τῇ σαρκὶ χαρίσηται τῆς τρυφῆς τὴν ἀπόλαυσιν. Ὃν καὶ σαφέστερον διαγράφει ἐν τῷ πρώτῳ τῶν μακαρισμῶν ὁ Κύριος λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι». Οὔτε οὖν πᾶς πτωχὸς δίκαιος, ἀλλ' ἐκεῖνος οἷος ὁ Λάζαρος, οὔτε πᾶς πλούσιος ἀπεγνωσμένος, ἀλλ' ὁ μετὰ τοιαύτης ζῶν προαιρέσεως, οἵαν εἶχεν ὁ τοῦ Λαζάρου σύγχρονος· καὶ τούτου οἱ διὰ τῆς πείρας τοῦ βίου μάρτυρες πρόδηλοι. Τί γὰρ τοῦ θείου Ἰὼβ πλουσιώτερον; Ἀλλ' ὅμως ἡ εἰς ἄγαν εὐπορία τὸν ἄνδρα οὔτε τῆς δικαιοσύνης ἠλλοτρίωσεν, οὔτε συλλήβδην εἰπεῖν, τῆς ἀρετῆς ἐξώρισεν. Τί τοῦ Ἰσκαριώτου πενέστερον; Καὶ οὐδὲν ἀπώνατο τῆς ἐνδείας εἰς σωτηρίαν, ἀλλὰ τοῖς ἕνδεκα πένησι καὶ φιλοσόφοις συνδιαιτώμενος καὶ αὐτῷ γε τῷ Κυρίῳ, τῷ δι' ἡμᾶς αὐθαιρέτως πτωχεύσαντι, κακίᾳ προαιρέσεως εἰς φιλαργυρίαν παρενεχθεὶς ἐκεῖθεν καὶ τὴν προδοσίαν ἐρᾳδιούργησεν.
Ἄξιον δὲ καὶ τὴν ἐκφορὰν ἑκατέρου τῶν τεθνηκότων συνετῶς δοκιμάσαι. Ὁ μὲν γὰρ πτωχὸς κοιμηθεὶς ἀγγέλους εἶχεν δορυφόρους καὶ θεραπευτάς, ἄγοντας αὐτὸν μετὰ καλῆς τῆς ἐλπίδος εἰς τὸν τόπον τῆς ἀναπαύσεως· ὁ δὲ πλούσιος ἀποθανών, φησίν, ἐτάφη. Οὐδὲν γὰρ οἷον αὐτῇ χρήσασθαι τῇ λέξει τῇ γραφικῇ, ἱκανῶς διὰ μιᾶς λέξεως ἑρμηνευούσῃ τὴν ἄτιμον τοῦ πλουσίου κατάλυσιν. Ὁ γὰρ ἁμαρτωλὸς τελευτῶν ὄντως θάπτεται, χθόνιος ὢν τὸ σῶμα, γήινος δὲ καὶ τὴν ψυχήν, καὶ τὸ φυσικὸν ἐκείνης ἀξίωμα τῇ συμπαθείᾳ τῆς σαρκὸς πρὸς τὴν ὕλην καταγαγών, οὐδὲν χρηστὸν τῆς ἑαυτοῦ ζωῆς καταλιμπάνων ὑπόμνημα, λήθῃ δὲ ἀτίμῳ καλυπτόμενος καὶ τὸν τῶν βοσκημάτων θάνατον τελευτῶν. Τάφος μὲν γὰρ ἔχει τὸ σῶμα, ᾅδης δὲ τὴν ψυχήν· δύο σκοτεινὰ δεσμωτήρια μεριζόμενα τοῦ πονηροῦ ζῴου τὴν τιμωρίαν.
Καὶ τίς οὐκ ἂν τῆς ἀβουλίας τὸν ἄθλιον καταμέμψαιτο; ἡνίκα μὲν ὑπὲρ γῆς ἦν γαυριῶντα, μεγαλαυχούμενον, πάντων ὑπερφρονοῦντα τῶν συζώντων καὶ ὁμοφύλων
καὶ μονονουχὶ μύρμηκας καὶ σκώληκας ἀποκαλοῦντα τοὺς ἐντυγχάνοντας, κενῷ δὲ φρονήματι τῆς ὀλιγοχρονίου δόξης διαρρηγνύμενον· ἡνίκα δὲ ἀπεσπάσθη τοῦ βίου καὶ ὡς μαστιγίας δοῦλος ἀφῃρέθη τῶν ἀλλοτρίων, ὧν ἐξ ἀνοίας ἐνόμιζεν εἶναι δεσπότης, εἰς ἀντίρροπον τῆς ὑπερηφανίας καταφέρεται ταπεινότητα, καὶ γραὸς θρηνούσης ὀδυρμοὺς προβαλλόμενος μακρὰ καὶ ἀνόνητα τὸν πατριάρχην ἐπικαλεῖται λέγων· «Πάτερ Ἀβραάμ, ἐλέησον με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ», ζητῶν ἔλεον, ὃν οὐκ ἔδωκεν ἡνίκα τοῦ εὐεργετεῖν πρόχειρον εἶχεν τὴν ἐξουσίαν· ἀξιῶν δὲ αὐτῷ βοηθὸν κατὰ τοῦ πυρὸς ἀφικέσθαι τὸν Λάζαρον· εὐχόμενος ἀπομυζῆσαι τοῦ λεπροῦ τὸν δάκτυλον ὀλίγον νενοτισμένον ὕδατι. Τοιαῦται τῶν φιλοσωμάτων αἱ ἀβουλίαι, τοῦτο τῶν φιλοπλούτων καὶ φιληδόνων τὸ τέλος.
Καὶ προσήκει τὸν συνετὸν καὶ προμηθῆ τοῦ μέλλοντος, οἷον φάρμακόν τι προφυλακτικὸν νοσήματος τὴν παραβολὴν ἡγησάμενον, φυγεῖν τῶν ὁμοίων κακῶν τὴν πεῖραν, τὸ συμπαθὲς καὶ φιλάνθρωπον ὡς αἰτίαν τῆς ζωῆς τῆς μελλούσης ἀσκήσαντα. Δραματικῶς γὰρ ἡμῖν ὁ λόγος τὴν νουθεσίαν ἐπὶ προσώπων ὡρισμένων ἐξέθετο, ἵνα ἐμψύχως καὶ δεικτικῶς παιδευθέντες τῆς ἀγαθῆς πολιτείας τὸν νόμον, μηδέποτε καταφρονήσωμεν τῶν τῆς Γραφῆς παραγγελμάτων ὡς ἄχρι λόγου μόνον φοβούντων, οὐ μὴν τὴν ἀπειλὴν προαγόντων εἰς τιμωρίαν. Οἶδα γάρ, ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς τοιαύταις ὑπονοίαις δελεαζόμενοι ἀκώλυτον ἑαυτοῖς τοῦ ἁμαρτάνειν τὴν ἐξουσίαν χαρίζονται. Πᾶν δὲ τοὐναντίον παρὰ τῆς προκειμένης Γραφῆς διδασκόμεθα ὡς οὐδὲ συγγνώμη τις τῆς ἐκεῖ κρίσεως ἐπελαφρύνει τὴν κόλασιν, οὐδ' ἐλαττοῖ τὴν ὡρισμένην τιμωρίαν φιλανθρωπία, εἴ γε δεῖ ταῖς φωναῖς τοῦ πατριάρχου τεκμηριῶσαι τὸν λόγον.
Πολλὰ γὰρ ἱκετευθεὶς παρὰ τοῦ πλουσίου καὶ μυρίων ἐλεεινῶν ἐπακούσας φωνῶν οὔτε τοῖς ὀδυρμοῖς ἐπεκλάσθη οὔτε τῆς ὀδύνης ἐξείλετο τὸν πικρῶς μαστιζόμενον, ἀλλ' αὐστηρῷ δὲ τῷ φρονήματι τὴν δικαίαν κρίσιν ἐκύρωσεν εἰπών, ὅτι πρὸς ἀξίαν ἑκάστῳ διεκλήρωσεν ὁ Θεός· καὶ σοὶ μὲν ἐπὶ τοῦ βίου τρυφήσαντι κατὰ τῶν ἀλλοτρίων συμφορῶν δίκη τοῦ πλημμελήματος ἐπετέθη ἃ πάσχεις· τῷ δ' ἐκεῖ μοχθήσαντι καὶ πατηθέντι καὶ πικρᾶς ἀνασχομένῳ τῆς ἐνσάρκου ζωῆς γλυκεῖα τις καὶ εὐφραίνουσα ἡ ἐνθάδε ἀπενεμήθη κατάστασις. Πρὸς δὲ τούτοις καὶ χάσμα μέγα εἶναι φησιν, τὸ κωλύον αὐτοὺς τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν καὶ διεῖργον τοὺς τιμωρουμένους ἀπὸ τῶν τιμωμένων, ἵνα εὐκρινῶς διάγωσιν ἀπ' ἀλλήλων ἀμφότεροι ἀσύγχυτον ἔχοντες τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὴν ἀπόλαυσιν. Οἶμαι δὲ τὴν αἰσθητὴν παραβολὴν νοητῆς εἶναι θεωρίας αἴνιγμα. Οὐ γὰρ δὴ τάφρον ὄντως ἐννοήσωμεν ἐκεῖ πρὸς τῶν ἀγγέλων διορυχθεῖσαν, οἷάπερ ἐν τοῖς στρατοπέδοις γίνεται τὰ τῶν πολεμίων μεταίχμια, ἀλλὰ τὸν χωρισμὸν ἡμῖν ὁ Λουκᾶς ὑπογράφων ὃν ἀπ' ἀλλήλων εἰσὶ κεχωρισμένοι, οἵ τε κατ' ἀρετὴν καὶ οἱ ἑτέρως ζήσαντες, ὑπέθετο τὴν εἰκόνα τοῦ χάσματος. Ἐπισφραγίζεται δὲ τὴν διάνοιαν ἡμῶν ταύτην καὶ Ἡσαΐας οὕτω πως λέγων· «Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου