Ἡσυχία προκοπὴ μοναζόντων


Ἀδελφὸς ἠρώτησε γέροντα λέγων· Τί ἐστιν ἡσυχία καὶ τίς ἡ ὠφέλεια αὐτῆς; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Ἡσυχία ἐστὶ τὸ καθεσθῆναι ἐν κελλίῳ μετὰ γνώσεως καὶ φόβου Θεοῦ ἀπεχόμενον μνησικακίας καὶ ὑψηλοφροσύνης. Ἡ τοιαύτη ἡσυχία γεννήτριά ἐστι πασῶν τῶν ἀρετῶν καὶ φυλάσσει τὸν μοναχὸν ἀπὸ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ μὴ ἐῶσα αὐτὸν τιτρώσκεσθαι ὑπ΄ αὐτῶν.
Ὦ ἡσυχία προκοπὴ μοναζόντων· ὦ ἡσυχία κλῖμαξ οὐρανία· ὦ ἡσυχία ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία κατανύξεως μήτηρ· ὦ ἡσυχία μετανοίας πρόξενε· ὦ ἡσυχία ἔσοπτρον ἁμαρτημάτων ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία ἡ δάκρυα καὶ στεναγμοὺς μὴ ἐμποδίζουσα· ὦ ἡσυχία ἡ τὴν ψυχὴν λαμπρύνουσα· ὦ ἡσυχία πραότητος γεννητρία· ὦ ἡσυχία ταπεινώσεως σύσκηνε· ὦ ἡσυχία ἡ εἰς εἰρηνικὴν κατάστασιν φέρουσα τὸν ἄνθρωπον· ὦ ἡσυχία ἀγγέλων συνόμιλε· ὦ ἡσυχία διανοίας φωταγωγέ· ὦ ἡσυχία φόβῳ Θεοῦ συνεζευγμένη͵ λογισμῶν κατάσκοπε καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία γεννητρία παντὸς ἀγαθοῦ͵ νηστείας ἑδραίωμα καὶ γλώσσης χαλινὸς καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία σχολὴ προσευχῆς καὶ σχολὴ ἀναγνώσεως· ὦ ἡσυχία γαλήνη λογισμῶν καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία Θεὸν δυσωποῦσα͵ νεωτέρων ὅπλον͵ ἀμεταμέλητον ἔχουσα φρόνημα καὶ τοὺς βουλομένους καθέζεσθαι εἰς τὰ κελλία ἑαυτῶν ἀταράχους διαφυλάσσουσα· ὦ ἡσυχία ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρόν͵ ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία ἡ τὰ ἑαυτῆς μόνον μεριμνῶσα καὶ Χριστῷ ὁμιλοῦσα͵ διηνεκῶς πρὸ ὀφθαλμῶν ἔχουσα τὸν θάνατον· ὦ ἡσυχία ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία καθ΄ ἡμέραν καὶ νύκτα τὸν Χριστὸν προσδοκῶσα καὶ τὴν λαμπάδα ἄσβεστον διατηροῦσα αὐτὸν γὰρ ποθοῦσα διηνεκῶς ψάλλεις λέγουσα· Ἑτοίμη ἡ καρδία μου͵ ὁ Θεός͵ ἑτοίμη ἡ καρδία μου͵ ὦ ἡσυχία περπερότητος ἀναιρέτρια καὶ ἀντὶ γέλωτος κλαυθμὸν ἀπεργαζομένη τῷ κεκτημένῳ σε· ὦ ἡσυχία εὐλαβείας μήτηρ· ὦ ἡσυχία ἀναιδείας ἐχθρὰ καὶ παρρησίας μῖσος͵ ἀεὶ τὸν Χριστὸν ἐκδεχομένη· ὦ ἡσυχία δεσμωτήριον παθῶν· ὦ ἡσυχία χωρίον Χριστοῦ καρποφοροῦν καρποὺς ἀγαθούς. Ναί͵ ἀδελφέ͵ ταύτην κτῆσαι μνημονεύων τοῦ θανάτου.
Apophthegmata patrum 2.35 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...