Εὐχὴ κατὰ στίχον͵ ποίημα Ρωμανοῦ τοῦ Μελῳδοῦ

Καστοριά (11ος αιώνας)

Δεῦτε πάντες πιστοί͵ προσκυνήσωμεν
τὸν σωτῆρα Χριστὸν καὶ φιλάνθρωπον͵
τὸν υἱὸν τοῦ Θεοῦ καὶ μακρόθυμον͵
τὸν δεσπότην καὶ μόνον ἀθάνατον͵
ὃν ὑμνοῦσιν ἀγγέλων τὰ τάγματα͵
ἀσωμάτων οἱ δῆμοι δοξάζουσιν͵
ἐκ πυρίνων γλωσσῶν ἀνακράζουσι͵
τρισαγίαις φωναῖς ἀναμέλπουσι͵
τὸν τρισάγιον ὕμνον ἐξᾴδοντες͵
ἐπινίκιον αἶνον προσφέροντες·
τὸν πατέρα ὑμνοῦσι καὶ κύριον͵
τὸν υἱὸν σὺν τῷ πνεύματι σύνθρονον·
τῇ οὐσίᾳ μονάς ἐστιν ἄτμητος͵
ἐν τρισὶ τοῖς προσώποις μερίζεται·
ἡ ὑπέρθεος δύναμις σέβεται͵
ὑπὸ πάσης τῆς κτίσεως ᾄδεται.

Θεοτόκε παρθένε͵ παντάνασσα͵
μὴ παρίδῃς ἡμᾶς τοὺς οἰκέτας σου
κινδυνεύοντας βίου τῷ κλύδωνι͵
καὶ ἀστάτῳ θηρὶ προσριπτούμενοι·
ὑπερτέρα τῶν ἄνω δυνάμεων͵
περιστερὰ χρυσωθεῖσα τῷ πνεύματι͵
ἀποστόλων τὸ κλέος καὶ καύχημα͵
προφητῶν καὶ μαρτύρων τὸ σύστημα
καὶ τοῦ κόσμου παντὸς ἡ βοήθεια͵

χρυσοπλοκώτατε πύργε καὶ πάντιμε͵
δωδεκάπυλε πόλις͵ παράδεισε͵
μυροθήκη τοῦ πνεύματος πάντερπνε͵
τεῖχος ἄμαχον θεῖον καὶ στήριγμα͵
τῶν πιστῶν ἀνακτόρων προπύργιον
καὶ ψυχῶν εὐσεβῶν ἀμυντήριον
καὶ σωμάτων ἁγνῶν φυλακτήριον͵

σὲ γεραίρομεν͵ ἄχραντε δέσποινα͵
τὸν υἱόν σου ὑμνοῦμεν καὶ κύριον͵
τὸν Χριστὸν καὶ τὸν μόνον φιλάνθρωπον͵
ὅπως εὕρωμεν χάριν καὶ ἔλεος
ἐν ἡμέρᾳ τῆς κρίσεως͵ δέσποινα.

Τότε͵ κύριε͵ κύριε͵ ῥῦσαί με͵
τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι·
μή με λάβῃ Σατὰν ὁ παμπόνηρος͵
μή με δείξῃς δαιμόνων ἐπίχαρμα·
ὅτι μόνος ἐγὼ ἐπλημμέλησα͵
τὴν ψυχὴν καὶ τὸ σῶμα ἐσπίλωσα
καὶ τὸν βίον μου ὅλον ἐρρύπωσα.

Τί ποιήσω οὐκ οἶδα ὁ ἄθλιος·
διὰ τοῦτο κραυγάζω τὸ ῞Ημαρτον·
ὡς ὁ ἄσωτος ἦλθον καὶ δέομαι
ὡς ἡ πόρνη τὰ δάκρυα ῥέουσα·
ἀλλά͵ κύριε͵ κύριε͵ ῥῦσαί με
ἐκ βορβόρου τῶν ἔργων καὶ σῶσόν με·

ὡς ποιμὴν ἀγαθὸς μὴ ἐάσῃς με
τῶν παθῶν τοῖς κρημνοῖς πελαζόμενον·
κεχωσμένον τοῖς πάθεσιν ἔξελε
καὶ τῷ θείῳ φωτί σού με κάθαρον͵
ἵνα βλέψω τὴν θείαν εἰκόνα σου
καθαρῷ συνειδότι καὶ φθέγξωμαι·

Σοὶ γὰρ πρέπει τιμὴ καὶ προσκύνησις͵
τῷ πατρὶ καὶ υἱῷ σὺν τῷ πνεύματι
ὑπὸ πάσης τῆς κτίσεως πάντοτε
εἰς αἰῶνας αἰώνων͵ φιλάνθρωπε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου