Λόγος παραινετικός κατ' ἀλφάβητον

Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Γρηγορίου, 
ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου

Λόγος παραινετικός κατ' ἀλφάβητον


ρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.

Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.

Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.

Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.

ργοις δ΄ ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.

Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.

ττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.

Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.

Θνητὸς δ΄ ὑπάρχων μηδόλως μέγα φρόνει.

χνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.

Λόγῳ Θεοῦ ἄνοιγε σόν͵ τέκνον͵ στόμα.

Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.

Νήφων προεύχου τῷ Θεῷ καθ΄ ἡμέραν.

Ξένους ξένιζε͵ μὴ ξένος γένῃ Θεοῦ.

ρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.

Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως.

Ράβδον σεαυτῷ τὴν συνείδησιν φέρε.

Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν[θέοι]ς.

Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας.

πὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε.

Φίλους ἔχειν σπούδαζε͵ ἢ πλοῦτον πολύν.

Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.

Ψεῦδος μίσησον͵ τὴν δ΄ ἀλήθειαν φίλει.

παῖ͵ φυλάσσων ταῦτα σώζῃ ἐνθέως.



Ιωάννου Σακκελίωνος, Πατμιακή Βιβλιοθήκη, Εκ του Τυπογραφείου Αλεξάνδρου Παπαγεωργίου, Αθήναι 1890, σ. 18-19

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...