Μεγάλου Βασιλείου, Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ
Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας

ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.



ΚΕΦΑΛΑΙΟΝ Λ' 
 Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως

Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν; ῏Η που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ͵ ὃν ἐκ παλαιῶν προσκρουσμάτων͵ πολὺν κατ΄ ἀλλήλων τὸν θυμὸν θρέψαντες͵ ναύμαχοί τινες ἄνδρες καὶ φιλοπόλεμοι συνεστήσαντο. Ὅρα δὴ οὖν μοι ἐν τῇ εἰκόνι ταύτῃ φοβερῶς ἑκατέρωθεν ἀντεφορμῶντα τὸν στόλον͵ εἶτα εἰς τὸ ἀνήκεστον τῆς ὀργῆς ἐκραγείσης͵ συμπεσόντας διαγωνίζεσθαι. Ὑπόθου͵ εἰ βούλει͵ καὶ λαίλαπι βιαίᾳ κλονεῖσθαι τὸ ναυτικόν͵ καὶ ζόφον ἀθρόως ἐκ νεφῶν ἐπισχόντα μελαίνειν πᾶν τὸ ὁρώμενον͵ ὡς μηδεμίαν ἔτι εἶναι φίλων καὶ πολεμίων διάκρισιν͵ τῶν συμβόλων αὐτοῖς ἀγνοηθέντων διὰ τὴν σύγχυσιν. Ἔτι προσθήσωμεν δι΄ ἐνάργειαν τῇ εἰκόνι καὶ θάλασσαν οἰδοῦσαν καὶ ἄνω στρεφομένην ἐκ τῶν βυθῶν͵ καὶ λάβρον ἐκ νεφῶν ὕδωρ καταρρηγνύμενον͵ καὶ φοβερὸν ἐπανιστάμενον ἐκ τρικυμίας τὸν κλύδωνα· εἶτα πανταχόθεν τῶν πνευμάτων εἰς ταὐτὸν συμπεσόντων͵ πάντα τὸν στόλον συναρασσόμενον͵ καὶ τῶν ἐπὶ παρατάξεως τοὺς μὲν καταπροδιδόντας͵ καὶ παρ΄ αὐτὴν τὴν ἀγωνίαν αὐτομολοῦντας· τοὺς δὲ ἀνάγκην ἔχειν͵ ὁμοῦ τε διωθεῖσθαι τὰ σκάφη ἐκ τῶν ἀνέμων ἐπιφερόμενα͵ καὶ ἀντεπιέναι τοῖς ἐφορμῶσι͵ καὶ ἀλλήλους καταφονεύειν ὑπὸ τῆς στάσεως͵ ἣν ὁ πρὸς τὸ ὑπερέχον φθόνος καὶ ἡ ἐπιθυμία τοῦ αὐτὸν ἕκαστον κρατεῖν ἐνεποίησεν.
Ἐνθυμήθητι ἐπὶ τούτοις συμμιγῆ τινα καὶ ἄσημον ἦχον πᾶσαν ἐπέχοντα τὴν ἐκεῖ θάλασσαν͵ ἐκ τῶν περιηχούντων ἀνέμων͵ καὶ τοῦ πατάγου τῶν πλοίων͵ καὶ τοῦ ῥοθίου ζέοντος͵ καὶ ἐκ τῆς βοῆς τῶν πολεμούντων͵ παντοδαπὰς φωνὰς ἐπὶ τοῖς πάθεσιν ἀφιέντων· ὡς μήτε ναυάρχου μήτε κυβερνήτου φωνὴν εἰσακούεσθαι͵ ἀλλὰ δεινήν τινα εἶναι ἀταξίαν καὶ σύγχυσιν͵ τῆς τῶν κακῶν ὑπερβολῆς͵ διὰ τὴν πρὸς τὸ ζῆν ἀπόγνωσιν͵ ἅπασαν αὐτοῖς τοῦ ἁμαρτάνειν ἄδειαν ἐμποιούσης. Πρόσθες αὐτοῖς καὶ ἀμήχανόν τινα νόσον δοξομανίας· ὥστε τῆς νεὼς ἤδη εἰς βυθὸν φερομένης͵ τοὺς ἐπιβάτας ἀλλήλοις τῆς τῶν πρωτείων ἔριδος μὴ ὑφίεσθαι.

Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ΄ αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ͵ ἐν πολεμίων τάξει αὐτὸ καθ΄ ἑαυτὸ μόνον ἀντικαθέζεσθαι; Ὅτε δὲ ἐκ τῆς μακρᾶς καὶ χαλεπῆς ἔριδος εἰς προφανῆ ἡμῖν ἀγῶνα ἀντικατέστησαν͵ τότε δὴ εἰς πολλὰ μέρη κατὰ μυρίους τρόπους ὁ πόλεμος διεσχίσθη· ὥστε καὶ διὰ τὸ κοινὸν ἔχθος͵ καὶ διὰ τὸ ἰδίως ὕποπτον͵ ἀδιάλλακτον πᾶσιν ὑπάρχειν τὸ μῖσος. Ὁ δὲ σάλος οὗτος τῶν ἐκκλησιῶν τίνος οὐκ ἔστι θαλασσίου κλύδωνος ἀγριώτερος; ἐν ᾧ πᾶν μὲν ὅριον πατέρων κεκίνηται· πᾶς δὲ θεμέλιος͵ καὶ εἴ τι ὀχύρωμα δογμάτων διασεσάλευται. Κλονεῖται δὲ πάντα καὶ κατασείεται σαθρᾷ τῇ βάσει ἐπαιωρούμενα· ἀλλήλοις δὲ ἐμπίπτοντες͵ ὑπ΄ ἀλλήλων ἀνατρεπόμεθα. Κἂν μὴ φθάσῃ βαλὼν ὁ πολέμιος͵ ὁ παραστάτης ἔτρωσε. Κἂν πέσῃ βληθείς͵ ὁ συνασπιστὴς ἐπενέβη.

Τοσοῦτον ἀλλήλοις κοινωνοῦμεν͵ ὅσον κοινῇ τοὺς ἐναντίους μισεῖν. Ἐπειδὰν δὲ παρέλθωσιν οἱ πολέμιοι͵ ἀλλήλους ἤδη βλέπομεν πολεμίους. Ἐπὶ τούτοις͵ τῶν ναυαγίων τὸ πλῆθος τίς ἂν ἐξαριθμήσαιτο; τῶν μὲν ἐκ τῆς τῶν πολεμίων προσβολῆς καταδύντων͵ τῶν δὲ ἐκ τῆς λαθραίας τῶν συμμαχούντων ἐπιβουλῆς͵ ἄλλων ἐκ τῆς ἀπειρίας τῶν εὐθυνόντων· ὅπου γε αὔτανδροι ἐκκλησίαι͵ οἷον ὑφάλοις τισὶ τοῖς αἱρετικοῖς δόλοις προσαραχθεῖσαι διεφθάρησαν͵ ἄλλοι δὲ τῶν ἐχθρῶν τοῦ σωτηρίου πάθους͵ παραλαβόντες τοὺς οἴακας͵ περὶ τὴν πίστιν ἐναυάγησαν.

Αἱ δὲ ἐκ τῶν ἀρχόντων τοῦ κόσμου τούτου ἐπαγόμεναι ταραχαὶ ποίας οὐχὶ θυέλλης καὶ καταιγίδος σφοδρότερον τοὺς λαοὺς ἀνατρέπουσι; Κατηφὴς δέ τις ὄντως καὶ στυγνὴ σκοτόμαινα τὰς ἐκκλησίας ἐπέχει͵ τῶν λαμπτήρων τοῦ κόσμου͵ οὓς ἔθετο ὁ Θεὸς τὰς ψυχὰς τῶν λαῶν φωτίζειν͵ ἐξοικισθέντων. Τὸ δὲ ὑπερβάλλον αὐτοῖς τῆς πρὸς ἀλλήλους φιλονεικίας͵ ἐπικρεμαμένου ἤδη τοῦ φόβου τῆς τοῦ παντὸς διαλύσεως͵ παραιτεῖται τὴν αἴσθησιν. Τοῦ γὰρ κοινοῦ καὶ δημοσίου πολέμου πλεῖόν ἐστι τὸ ἴδιον δυσμενές͵ τῆς ἐκ τοῦ κρατῆσαι τῶν ἐναντίων δόξης τοῦ κοινῶς πᾶσι λυσιτελοῦντος προτιθεμένης͵ οἷς τὸ παραυτίκα τῆς φιλοτιμίας τερπνὸν τῶν εἰς ὕστερον ἀποκειμένων μισθῶν προτιμότερον. Διόπερ πάντες ὁμοίως͵ καθ΄ ὃν ἂν ἕκαστος δύνηται τρόπον͵ τὰς φονικὰς χεῖρας ἀλλήλοις ἀντεπιφέρουσι.

Τραχεῖα δέ τις κραυγὴ τῶν ἐξ ἀντιλογίας παρατριβομένων ἀλλήλοις͵ καὶ βοὴ ἄσημος͵ καὶ δύσκριτος ἦχος ἐκ τῶν ἀσιγήτων θορύβων͵ πᾶσαν ἤδη σχεδὸν Ἐκκλησίαν πεπλήρωκεν͵ ἐπὶ ὑπερβολὰς καὶ ἐλλείψεις τὸ εὐθὲς δόγμα τῆς εὐσεβείας παρατρεπόντων. Οἱ μὲν γὰρ ἐπὶ Ἰουδαϊσμὸν διὰ τῆς συγχύσεως τῶν προσώπων͵ οἱ δὲ ἐπὶ Ἑλληνισμὸν διὰ τῆς τῶν φύσεων ἐναντιότητος παραφέρονται· οὔτε τῆς θεοπνεύστου Γραφῆς μεσιτεύειν αὐτοῖς ἐξαρκούσης͵ οὔτε τῶν ἀποστολικῶν παραδόσεων τὰς πρὸς ἀλλήλους αὐτοῖς διαλλαγὰς βραβευουσῶν. Εἷς δὲ ὅρος φιλίας͵ τὸ καθ΄ ἡδονὴν εἰπεῖν· καὶ ἔχθρας ἀρκοῦσα πρόφασις͵ τὸ μὴ συμβῆναι ταῖς δόξαις. Πάσης δὲ συνωμοσίας πιστότερον πρὸς κοινωνίαν στάσεως ἡ τοῦ σφάλματος ὁμοιότης. Θεολόγος δὲ πᾶς͵ καὶ ὁ μυρίαις κηλῖσι τὴν ψυχὴν στιγματίας. Ἐντεῦθεν τοῖς νεωτεροποιοῖς εὐπορία τῶν συστασιαζόντων πολλή. Τοιγαροῦν αὐτοχειροτόνητοι καὶ σπουδαρχίδαι τῶν ἐκκλησιῶν τὰς προστασίας διαλαγχάνουσι͵ τὴν οἰκονομίαν τοῦ ἁγίου Πνεύματος παρωσάμενοι. Καὶ παντελῶς ἤδη τῶν εὐαγγελικῶν θεσμῶν ἐξ ἀκοσμίας συγκεχυμένων͵ ἀμύθητος ὠθισμὸς ἐπὶ τὰς προεδρίας ἐστί͵ τῶν φανητιώντων ἑκάστου ἑαυτὸν εἰσποιεῖν τῇ προστασίᾳ βιαζομένου. Ἀναρχία δέ τις δεινὴ ἀπὸ τῆς φιλαρχίας ταύτης τοῖς λαοῖς ἐπεκώμασεν· ὅθεν ἄπρακτοι παντελῶς καὶ ἀργαὶ τῶν ἐπιστατούντων αἱ παρακλήσεις͵ οὐ μᾶλλον ἀκούειν τινὸς ἢ αὐτῷ ἄρχειν ἑτέρων ὀφειλόμενον εἶναι ἑκάστου διὰ τὸν ἐξ ἀμαθίας τῦφον λογιζομένου.

Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην͵ ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκκλησιαστοῦ ῥήματα͵ ὅτι Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται͵ πολλοῦ ἂν δέοι πρέπειν τῇ νῦν καταστάσει τὸ περὶ τούτων λέγειν. Ἐμὲ δὲ καὶ τὸ προφητικὸν ἐκεῖνο κατέχει λόγιον͵ ὅτι Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται͵ διότι ὁ καιρὸς πονηρός ἐστιν͵ ἐν ᾧ οἱ μὲν ὑποσκελίζουσι νῦν͵ οἱ δὲ ἐνάλλονται τῷ πεσόντι͵ ἄλλοι δὲ ἐπικροτοῦσιν· ὁ δὲ τῷ ὀκλάσαντι χεῖρα ὀρέγων ἐκ συμπαθείας οὐκ ἔστι· καίτοιγε͵ κατὰ τὸν παλαιὸν νόμον͵ οὐδ΄ ὁ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πεπτωκὸς ὑπὸ τὸν γόμον παραδραμών͵ ἀκατάγνωστος. Ἀλλ΄ οὐχὶ τανῦν τοιαῦτα. Πόθεν; ὅπου γε διὰ πάντων τῆς ἀγάπης ψυγείσης͵ ἀνῄρηται μὲν ἀδελφῶν σύμπνοια· ὁμονοίας δὲ ἀγνοεῖται καὶ τοὔνομα· ἀνῄρηνται δὲ ἀγαπητικαὶ νουθεσίαι· οὐδαμοῦ σπλάγχνον χριστιανόν͵ οὐδαμοῦ δάκρυον συμπαθές. Οὐκ ἔστιν ὁ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβανόμενος͵ ἀλλὰ τοσοῦτον μῖσος τοῖς ὁμοφύλοις πρὸς ἀλλήλους ἐκκέκαυται͵ ὥστε μᾶλλον τοῖς πλησίον πτώμασιν͵ ἢ τοῖς οἰκείοις ἕκαστος κατορθώμασιν ἐπαγάλλονται.

Ὥσπερ δὲ ἐν ταῖς λοιμικαῖς συμπαθείαις καὶ οἱ κατὰ πᾶσαν ἀκρίβειαν διαιτώμενοι τὰ ἴσα τοῖς ἄλλοις κάμνουσιν͵ ἐκ τῆς πρὸς τοὺς διεφθαρμένους ὁμιλίας τῆς ἀρρωστίας ἀναπιμπλάμενοι· οὕτω καὶ νῦν πάντες ἀλλήλοις γεγόναμεν ὅμοιοι͵ ὑπὸ τῆς κατασχούσης τὰς ψυχὰς ἡμῶν φιλονεικίας πρὸς τὸν τῶν κακῶν ζῆλον ὑπενεχθέντες. Ἐντεῦθεν ἀσύγγνωστοι μὲν καὶ πικροὶ κάθηνται τῶν ἀποτυγχανομένων ἐξετασταί· ἀγνώμονες δὲ καὶ δυσμενεῖς τῶν κατορθουμένων κριταί· καὶ τοσοῦτον͵ ὡς ἔοικε͵ τὸ κακὸν ἡμῖν ἐνίδρυται͵ ὥστε καὶ τῶν ἀλόγων γεγόναμεν ἀλογώτεροι· εἴ γε ἐκεῖνα μὲν τὰ ὁμόφυλα ἀλλήλοις συναγελάζεται· ἡμῖν δὲ ὁ χαλεπώτατος πόλεμος πρὸς τοὺς οἰκείους ἐστί.

Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει͵ ἀλλ΄ ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη͵ οὐ ζητοῦσα τὸ ἑαυτῆς͵ καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων δυσχέρειαν. Ἐδίδαξαν δὲ ἡμᾶς καὶ οἱ ἐπὶ τῆς Βαβυλωνίας παῖδες͵ καὶ μηδενὸς ὄντος τοῦ συντιθεμένου τῇ εὐσεβείᾳ͵ καθ΄ ἑαυτοὺς τὸ ἐπιβάλλον ἐκτελεῖν· οἵ γε ἐκ μέσης τῆς φλογὸς τὸν Θεὸν ἀνύμνουν͵ μὴ λογιζόμενοι τὸ πλῆθος τῶν τὴν ἀλήθειαν ἀθετούντων͵ ἀλλ΄ ἀλλήλοις ἀρκούμενοι͵ τρεῖς ὄντες. Διόπερ οὐδὲ ἡμῖν ὄκνον ἐνεποίησε τῶν πολεμίων τὸ νέφος͵ ἀλλὰ τὴν ἐλπίδα θέμενοι ἐπὶ τὴν βοήθειαν τοῦ Πνεύματος͵ ἐν πάσῃ παρρησίᾳ κατηγγείλαμεν τὴν ἀλήθειαν. ῍Η πάντων ἂν ἦν σχετλιώτατον͵ τοὺς μὲν βλασφημοῦντας τὸ Πνεῦμα͵ οὕτως εὐκόλως πρὸς τὸν εὐσεβῆ λόγον ἀποθρασύνεσθαι· ἡμᾶς δὲ τηλικοῦτον ἔχοντας συνασπιστὴν καὶ συνήγορον͵ ὀκνεῖν τὸν λόγον διακονεῖν͵ τὸν ἐκ τῆς τῶν πατέρων παραδόσεως πρὸς ἡμᾶς ἀκολουθίᾳ μνήμης διασωθέντα.

Ἐπὶ πλεῖον δὲ ἡμῶν ἐπήγειρε τὴν ὁρμὴν τῆς τε ἀνυποκρίτου σου ἀγάπης τὸ διάπυρον͵ καὶ τὸ τοῦ τρόπου ἐμβριθὲς καὶ ἡσύχιον͵ ἐγγυώμενον μὴ εἰς πολλοὺς ἐξοίσειν τὰ ῥηθησόμενα· οὐχ ὡς ἄξια κατακρύπτεσθαι· ἀλλ΄ ὥστε μὴ ῥίπτεσθαι τοῖς χοίροις τοὺς μαργαρίτας. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Σοὶ δέ͵ εἰ μὲν ἀρκούντως ἔχει τὰ εἰρημένα͵ τοῦτο πέρας ἔστω τοῦ περὶ τούτων λόγου. Εἰ δὲ ἐλλιπῶς ἔχειν δόξει͵ φθόνος οὐδεὶς φιλοπόνως προσεδρεύοντα τῇ ζητήσει͵ δι΄ ἐρωτήσεως ἀφιλονείκου προστιθέναι τῇ γνώσει. Δώσει γὰρ ὁ Κύριος ἢ δι΄ ἡμῶν͵ ἢ δι΄ ἑτέρων͵ τῶν λειπόντων τὴν πλήρωσιν κατὰ τὴν ἐπιχορηγουμένην τοῖς ἀξίοις αὐτοῦ γνῶσιν ὑπὸ τοῦ Πνεύματος.

PG 30.76 - 79

Απόδοση του κειμένου στην Νεοελληνική


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...