Ὅτι μοναχοῦ ἔργον ἡ ἡσυχία ἐστι

καί περί τοῦ τόν κοσμον ἀφιέναι καί τάς φροντίδας αὐτοῦ, 
καί τούς ἄρχοντας, καί τάς πολυτελεῖς φιλοξενίας

Μεγάλου Αθανασίου, PG 28.845


Τοιοῦτος ὁ μοναχὸς͵ καὶ οὕτω χρὴ εἶναι τὸν μοναχὸν͵ ἀπεχόμενον ἀπὸ γηΐνων πραγμάτων· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην͵ ἄϋλον͵ ἀμέριμνον͵ πάσης πραγματευτικῆς ἐννοίας καὶ πράξεως ἐκτός. Ἐν τούτοις ἤτω ὁ μοναχὸς͵ μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπών· καὶ ἐπὶ τὰ ὡραῖα κάλλη τῆς ἡσυχίας ἡ ἄσκησις͵ ἡδὺς ὁ βίος͵ ἡ πρᾶξις τερπνή. Βούλει τοιγαροῦν͵ ἀγαπητὲ͵ τὸν μονήρη βίον ἀναλαβεῖν͵ καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρόπαια· ἄφες ἐκεῖ τὸν κόσμον καὶ τὰς τοῦ κόσμου φροντίδας͵ τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας͵ τουτέστι μόνος ἄϋλος ἔσο͵ ἀπαθὴς͵ πάσης ἐπιθυμίας ἐκτὸς͵ ἵνα͵ τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος͵ δυνηθῇς ἡσυχάζειν καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ͵ οὐκ ἂν δυνηθῇ ταύτην κατορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων͵ μὴ πολλῶν καὶ εὐπεριστάτων͵ ἢ μᾶλλον ἀπεριστάτων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται͵ ἄφες τοῦτον ἐκεῖ͵ μὴ ὅλως πεισθῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος͵ τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...