Πώς πρέπει να ψάλλουμε;

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ 
ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ ΜΑΡΚΕΛΛΙΝΟΝ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ ΨΑΛΜΩΝ

PG 27, 12-45 

Πᾶσα μὲν͵ ὦ τέκνον͵ ἡ καθ΄ ἡμᾶς Γραφὴ͵ παλαιά τε καὶ καινὴ͵ θεόπνευστός ἐστι καὶ ὠφέλιμος πρὸς διδασκαλίαν͵ ὡς γέγραπται· ἔχει δέ τινα πιθανὴν παρατήρησιν τοῖς προσέχουσιν ἡ τῶν Ψαλμῶν βίβλος. Ἑκάστη μὲν γὰρ βίβλος τὸ ἴδιον ἐπάγγελμα διακονεῖ καὶ ἀπαγγέλλει· οἷον ἡ Πεντάτευχος γένεσιν κόσμου καὶ τῶν πατριαρχῶν τὰς πράξεις, τήν τε ἀπ΄ Αἰγύπτου τοῦ Ἰσραὴλ ἔξοδον͵ καὶ τὴν τῆς νομοθεσίας διάταξιν· ἡ Τρίτευχος τὴν κληροδοσίαν͵ καὶ τῶν κριτῶν τὰς πράξεις͵ καὶ γενεαλογίαν τοῦ Δαβίδ· αἱ Βασιλεῖαι καὶ Παραλειπόμεναι βασιλέων πράξεις· καὶ ὁ μὲν Ἔσδρας ἀπόλυσιν τῆς αἰχμαλωσίας καὶ ἐπάνοδον τοῦ λαοῦ͵ καὶ οἰκοδομὴν τοῦ ναοῦ καὶ τῆς πόλεως· οἱ δὲ Προφῆται προφητείας περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος͵ ὑπομνήσεις τε περὶ τῶν ἐντολῶν͵ καὶ μέμψεις κατὰ τῶν παραβαινόντων͵ καὶ προφητείας τοῖς ἔθνεσιν. Ἡ δέ γε βίβλος τῶν Ψαλμῶν͵ ὡς παράδεισος τὰ ἐν αὑτῇ φέρουσα μελῳδεῖ͵ καὶ τὰ ἴδια δὲ πάλιν μετ΄ αὐτῶν ψάλλουσα δείκνυσι. 

...........

Εἰ γὰρ δεῖ καὶ πιθανώτερον εἰπεῖν͵ πᾶσα μὲν ἡ θεία Γραφὴ διδάσκαλός ἐστιν ἀρετῆς καὶ πίστεως ἀληθοῦς· ἡ δέ γε βίβλος τῶν Ψαλμῶν ἔχει καὶ τὴν εἰκόνα πως τῆς διαγωγῆς τῶν ψυχῶν. Ὡς γὰρ ὁ εἰσερχόμενος πρὸς βασιλέα τυποῦται καὶ τῷ σχήματι καὶ τοῖς ῥήμασιν͵ ἵνα μὴ͵ παρὰ ταῦτα λέγων͵ ὡς ἀπαίδευτος ἐκβληθῇ· οὕτως ἡ θεία βίβλος τὸν ἐπ΄ ἀρετῇ τρέχοντα καὶ βουλόμενον κατανοῆσαι τὴν τοῦ Σωτῆρος ἐν σώματι πολιτείαν ὑπομιμνήσκει πρῶτον διὰ τῆς ἀναγνώσεως τὰ κινήματα τῆς ψυχῆς͵ καὶ οὕτω λοιπὸν τυποῖ καὶ διδάσκει τοὺς ἐντυγχάνοντας τοῖς τοιούτοις λόγοις. Εἰσὶ μὲν οὖν͵ ἵνα τοῦτο πρῶτόν τις τῆς βίβλου παρατηρήσηται͵ οἱ μὲν ἐν διηγήματι λεγόμενοι͵ οἱ δὲ ἐν παραινέσει͵ οἱ δὲ ἐν προφητείᾳ͵ οἱ δὲ ὡς ἐν εὐχῇ͵ οἱ δὲ ἐν ἐξομολογήσει. 

........... 

Τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ χαρακτὴρ εἰς ὠφέλειαν τοῖς ἀνθρώποις ἐκ τῆς βίβλου τῶν Ψαλμῶν͵ ἐχούσης αὐτῆς ἰδίους ψαλμοὺς͵ καὶ ἐν τοῖς λοιποῖς δὲ περὶ τῆς ἐν σώματι παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ πυκνοτέρας τὰς προφητείας͵ καθὰ προεῖπον. Διὰ τί δὲ μετὰ μέλους καὶ ᾠδῆς ψάλλονται οἱ τοιοῦτοι λόγοι͵ ἀναγκαῖον μηδὲ τοῦτο παρελθεῖν. Τινὲς μὲν γὰρ τῶν παρ΄ ἡμῖν ἀκεραίων͵ καίτοι πιστευόντων εἶναι θεόπνευστα τὰ ῥήματα͵ ὅμως νομίζουσι διὰ τὸ εὔφωνον καὶ τέρψεως ἕνεκεν τῆς ἀκοῆς μελῳδεῖσθαι τοὺς ψαλμούς. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ τὸ ἡδὺ καὶ πιθανὸν ἐζήτησεν ἡ Γραφή· ἀλλὰ καὶ τοῦτο ὠφελείας ἕνεκεν τῆς ψυχῆς τετύπωται διὰ πάντα μὲν͵ μάλιστα δὲ διὰ δύο ταῦτα· πρῶτον μὲν͵ ὅτι ἔπρεπε τὴν θείαν Γραφὴν μὴ μόνον τῇ συνεχείᾳ͵ ἀλλὰ καὶ τῇ κατὰ πλάτος φωνῇ τὸν Θεὸν ὑμνεῖν. Κατὰ συνέχειαν μὲν οὖν εἴρηται͵ οἷά ἐστι τὰ τοῦ νόμου καὶ τῶν προφητῶν͵ καὶ τὰ ἱστορούμενα πάντα͵ μετὰ τῆς Καινῆς Διαθήκης· κατὰ πλάτος δὲ λέγεται͵ οἷά ἐστι τὰ τῶν ψαλμῶν καὶ ᾠδῶν καὶ ᾀσμάτων ῥήματα· καὶ οὕτως γὰρ σωθήσεται τὸ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως ἀγαπᾷν τὸν Θεὸν τοὺς ἀνθρώπους. Δεύτερον δὲ͵ ὅτι͵ ὥσπερ ἁρμονία τοὺς αὐλοὺς συντιθεῖσα μίαν τὴν συμφωνίαν ἀποτελεῖ͵ οὕτως͵ ἐπειδὴ καὶ ἐν τῇ ψυχῇ διάφορα κινήματα φαίνεται͵ καὶ ἔστιν ἐν αὐτῇ τὸ λογίζεσθαι͵ καὶ τὸ ἐπιθυμεῖν͵ καὶ τὸ θυμοειδὲς͵ ἐκ δὲ τῆς τούτων κινήσεως καὶ ἡ τῶν μελῶν γίνεται τοῦ σώματος ἐνέργεια͵ βούλεται ὁ λόγος μὴ ἀσύμφωνον εἶναι τὸν ἄνθρωπον ἑαυτῷ͵ μηδὲ διίστασθαι πρὸς ἑαυτόν· ὥστε λογίζεσθαι μὲν τὰ βέλτιστα͵ πράττειν δὲ τῷ θυμῷ τὰ φαῦλα͵ ὡς ὁ Πιλᾶτος λέγων μέν· «Οὐδεμίαν αἰτίαν εὑρίσκω εἰς αὐτόν»· συντρέχων δὲ τῇ γνώμῃ τῶν Ἰουδαίων· ἢ ἐπιθυμεῖν μὲν τὰ φαῦλα͵ μὴ δύνασθαι δὲ πράττειν͵ ὡς οἱ κατὰ Σουσάννης πρεσβύτεροι· ἢ πάλιν μὴ μοιχεύειν μὲν͵ κλέπτειν δέ· ἢ μὴ κλέπτειν μὲν͵ φονεύειν δέ· ἢ μὴ φονεύειν μὲν͵ βλασφημεῖν δέ. 
Ἵν΄ οὖν μὴ τοιαύτη τις ἐν ἡμῖν ταραχὴ γίνηται͵ θέλει τὴν ψυχὴν ὁ λόγος ἔχουσαν Χριστοῦ νοῦν͵ ὡς εἶπεν ὁ Ἀπόστολος͵ τούτῳ καθηγεμόνι χρήσασθαι͵ καὶ ἐν τούτῳ τῶν μὲν ἐν αὐτῇ παθητικῶν κρατεῖν͵ τῶν δὲ τοῦ σώματος μελῶν ἄρχειν͵ εἰς τὸ ὑπακούειν τῷ λόγῳ· ἵνα͵ ὡς ἐν ἁρμονίᾳ τὸ πλῆκτρον͵ οὕτως αὐτὸς ὁ ἄνθρωπος ψαλτήριον γενόμενος͵ καὶ τῷ πνεύματι προσέχων ὁλοκλήρως͵ καὶ πᾶσι τοῖς μέλεσι καὶ τοῖς κινήμασιν ὑπακούῃ͵ καὶ δουλεύῃ τῷ βουλήματι τοῦ Θεοῦ. Τῆς δὲ τοιαύτης τῶν λογισμῶν ἀταραξίας καὶ ἀκύμονος καταστάσεως εἰκὼν καὶ τύπος ἐστὶν ἡ τῶν Ψαλμῶν ἐμμελὴς ἀνάγνωσις. Ὥσπερ γὰρ τὰ τῆς ψυχῆς νοήματα γνωρίζομεν καὶ σημαίνομεν δι΄ ὧν προφέρομεν λόγων͵ οὕτως͵ τῆς πνευματικῆς ἐν ψυχῇ ἁρμονίας τὴν ἐκ τῶν λόγων μελῳδίαν σύμβολον εἶναι θέλων ὁ Κύριος͵ τετύπωκεν ἐμμελῶς τὰς ᾠδὰς ψάλλεσθαι͵ καὶ τοὺς ψαλμοὺς μετ΄ ᾠδῆς ἀναγινώσκεσθαι. Καὶ τοῦτ΄ ἔστιν ἡ ἐπιθυμία τῆς ψυχῆς͵ τὸ καλῶς αὐτὴν διακεῖσθαι͵ ὡς γέγραπται· «Εὐθυμεῖ τις ἐν ὑμῖν; ψαλλέτω». Οὕτως τὸ μὲν ἐν αὐτῇ ταραχῶδες καὶ τραχὺ καὶ ἄτακτον ἐξομαλίζεται· τὸ δὲ λυποῦν θεραπεύεται͵ ψαλλόντων ἡμῶν· Ἵνα τί περίλυπος εἶ͵ ἡ ψυχή μου͵ καὶ ἵνα τί συνταράσσεις με;ῃ Καὶ τὸ μὲν ἐσφαλμένον ἐπιγνώσεται λέγουσα· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες·ῃ τὸ δὲ φοβηθὲν ἐπιῤῥώσει τῇ ἐλπίδι ἐν τῷ λέγειν· «Κύριος ἐμοὶ βοηθὸς͵ καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος». 
Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώσκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν͵ ἀλλ΄ ἑαυτοὺς μὲν τέρπουσιν͵ ἔχουσι δὲ μέμψιν͵ ὅτι «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ»· οἱ δὲ κατὰ τὸν προειρημένον τρόπον ψάλλοντες͵ ὥστε τὴν μελῳδίαν τῶν ῥημάτων ἐκ τοῦ ῥυθμοῦ τῆς ψυχῆς καὶ τῆς πρὸς τὸ πνεῦμα συμφωνίας προσφέρεσθαι͵ οἱ τοιοῦτοι ψάλλουσι μὲν τῇ γλώσσῃ͵ ψάλλοντες δὲ καὶ τῷ νοῒ͵ οὐ μόνον ἑαυτοὺς͵ ἀλλὰ καὶ τοὺς θέλοντας ἀκούειν αὐτῶν μεγάλως ὠφελοῦσιν. Ὁ γοῦν μακάριος Δαβὶδ͵ οὕτως καταψάλλων τοῦ Σαοὺλ͵ αὐτὸς εὐηρέστει τῷ Θεῷ͵ καὶ τὸν τάραχον καὶ τὸ μανικὸν πάθος τοῦ Σαοὺλ ἀπήλαυνε͵ καὶ γαληνιᾷν τὴν ψυχὴν αὐτοῦ παρεσκεύαζεν. Οὕτως οἱ ἱερεῖς ψάλλοντες͵ εἰς ἀταραξίαν τὰς ψυχὰς τῶν λαῶν καὶ εἰς ὁμόνοιαν αὐτὰς τῶν ἐν οὐρανοῖς χορευόντων προσεκαλοῦντο. Τὸ ἄρα μετὰ μέλους λέγεσθαι τοὺς ψαλμοὺς οὐκ ἔστιν εὐφωνίας σπουδὴ͵ ἀλλὰ τεκμήριον τῆς ἁρμονίας τῶν ἐν τῇ ψυχῇ λογισμῶν. Καὶ ἡ ἐμμελὴς δὲ ἀνάγνωσις σύμβολόν ἐστι τῆς εὐρύθμου καὶ ἀχειμάστου καταστάσεως τῆς διανοίας. Καὶ γὰρ τὸ αἰνεῖν τὸν Θεὸν ἐν κυμβάλοις εὐήχοις καὶ κιθάρᾳ καὶ δεκαχόρδῳ ψαλτηρίῳ͵ σύμβολον πάλιν ἦν καὶ σημαντικὸν τοῦ συγκεῖσθαι μὲν νομίμως τὰ μέλη τοῦ σώματος ὡς χορδὰς͵ τοὺς δὲ λογισμοὺς τῆς ψυχῆς ὡς κύμβαλα γίνεσθαι͵ καὶ λοιπὸν τῇ ἠχῇ καὶ τῷ νεύματι τοῦ πνεύματος ταῦτα πάντα κινεῖσθαι καὶ ζῇν· ὥστε͵ κατὰ τὸ γε γραμμένον͵ τῷ πνεύματι τὸν ἄνθρωπον ζῇν μὲν͵ τὰς πράξεις τοῦ σώματος θανατοῦν. Οὕτως γὰρ καὶ καλῶς ψάλλων ῥυθμίζει τὴν ψυχὴν αὐτοῦ͵ καὶ ὥσπερ ἐξ ἀνισότητος εἰς ἰσότητα ἄγει· ὥστε ἐν τῷ κατὰ φύσιν αὐτὴν ἑστηκυῖαν μὴ πτοεῖσθαι ὑπό τινος͵ ἀλλὰ καὶ μᾶλλον εὐφαντάσιον γίνεσθαι͵ καὶ πλέον αὐτὴν λαμβάνειν πόθον τῶν μελλόντων ἀγαθῶν. Τῇ γὰρ τῶν ῥημάτων μελῳδίᾳ συνδιατιθεμένη ἐπιλανθάνεται τῶν παθῶν͵ καὶ χαίρουσα βλέπει πρὸς τὸν νοῦν τὸν ἐν Χριστῷ͵ λογιζομένη τὰ βέλτιστα. 






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...