Τί είναι η Βασιλεία των Ουρανών;

Αγ. Κυρίλλου Αλεξανδρείας, Σχόλια εις το κατά Ματθαίον Ευαγγέλιο:
Οὐρανῶν τε βασιλείαν ἔν τε τῷ παρόντι μάλιστα λογιζόμεθα καὶ εἶναί φαμεν ἢ τὴν ἐν ἁγιασμῷ κλῆσιν ἢ τὸ ἐν πίστει καὶ ἁγιότητι μέτρον· ὑποφαίνει γάρ τι τοιοῦτον καὶ ὁ σωτὴρ εἰπών· «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν».


Του ιδίου, Σχόλια εις το κατά Λουκάν Ευαγγέλιο:

«῎Ηρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου».
Ὅρα δὲ πάλιν ἐν τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος· τὴν μὲν γὰρ͵ ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν͵ ἀπεκρούσατο δόξαν· προφήτου δέ τι πλέον ἔχειν εἰπὼν͵ ἀξιοθαύμαστον ἤδη καὶ ἀξιέραστον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα εἰκόνα ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς͵ ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον͵ ἀντιπαρατίθησι τὸ μειζόνως ἀγαθὸν͵ τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον͵ καὶ εἰς Υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· βασιλείαν γὰρ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν͵ κατὰ τό· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι». Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυναικὸς͵ ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος· οἱ γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς͵ οἱ δὲ πατέρα τὸν τῶν ὅλων Θεὸν ἐπιγράφονται͵ οὐκέτι χρηματίζοντες γεννητοὶ γυναικῶν͵ ὡς Ἰωάννης καὶ οἱ πρὸ αὐτοῦ͵ ἀλλ΄ ἐκ Θεοῦ γεννηθέντες͵ καὶ θείας κοινωνοὶ γενόμενοι φύσεως. Οὐκ οῦν κἂν ἐλάττονες ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων͵ κατά γε τὴν τῆς ζωῆς ἁγιότητά φημι͵ ἀλλ΄ ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. Μεμνῆσθαι δὲ ἀναγκαῖον͵ ὅτι καίτοι τοιοῦτος ὑπάρχων εἰς ἀρετὴν ὁ Βαπτιστὴς͵ ὁμολογεῖ σαφῶς ἐν χρείᾳ καθεστηκέναι τοῦ ἁγίου βαπτίσματος· Ἐγὼ γὰρ͵ φησὶ͵ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Οὐκ ἂν δὲ ἐδεήθη͵ εἰ μή τι πλέον ἦν ἐν αὐτῷ͵ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης ὑπερκείμενον. Κἀκεῖνο δὲ τὸ͵ ἐκ τῶν Ἰωάννου ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι͵ οὐκ εἴρηται ὡς οὐδενὸς πρὸ αὐτοῦ ταύτην ἁρπάσαντος. Ποῖ γάρ ποτε τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς͵ εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; Ἀλλ΄ ὅτι κατὰ τὸν Ἰωάννου καιρὸν͵ καὶ λοιπὸν ἐφεξῆς͵ ἡ τοῦ Πνεύματος δόσις͵ καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις͵ διὰ πίστεως ἁρπάζεται.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...