Θεμέλιο και τέλος της γνώσεως είναι ο Χριστός

για την ανάγνωση του κειμένου, ίσως χρειαστεί να κατεβάσετε τη γραμματοσειρά

 Ἁγίου Κλήμεντος Ἀλεξανδρείας, Στρωματεῖς

«Ἔστιν γάρ͵ ὡς ἔπος εἰπεῖν͵ ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου͵ διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον͵ σύμφωνος καὶ ὁμόλογος ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ. διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις͵ ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου. πίστις μὲν οὖν ἐνδιάθετόν τί ἐστιν ἀγαθόν͵ καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν ὁμολογοῦσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα. ὅθεν χρή͵ ἀπὸ ταύτης ἀναγόμενον τῆς πίστεως καὶ αὐξηθέντα ἐν αὐτῇ χάριτι τοῦ θεοῦ͵ τὴν περὶ αὐτοῦ κομίσασθαι ὡς οἷόν τέ ἐστιν γνῶσιν. γνῶσιν δὲ σοφίας τῆς κατὰ διδασκαλίαν ἐγγινομένης διαφέρειν φαμέν. ᾗ μὲν γάρ τί ἐστι γνῶσις͵ ταύτῃ πάντως καὶ σοφία τυγχάνει͵ ᾗ δέ τι σοφία͵ οὐ πάντως γνῶσις. ἐν μόνῃ γὰρ τῇ τοῦ προφορικοῦ λόγου τὸ τῆς σοφίας ὄνομα φαντάζεται. πλὴν ἀλλὰ τὸ μὴ διστάσαι περὶ θεοῦ͵ πιστεῦσαι δὲ θεμέλιος γνώσεως͵ ἄμφω δὲ ὁ Χριστός͵ ὅ τε θεμέλιος ἥ τε ἐποικοδομή͵ δι΄ οὗ καὶ ἡ ἀρχὴ καὶ τὰ τέλη. καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται͵ ἥ τε ἀρχὴ καὶ τὸ τέλος͵ πίστις λέγω καὶ ἡ ἀγάπη͵ ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακαταθήκη ἐγχειρίζεται͵ ἀφ΄ ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς φῶς. εἴρηται γὰρ τῷ ἔχοντι προστεθήσεται͵ τῇ μὲν πίστει ἡ γνῶσις͵ τῇ δὲ γνώσει ἡ ἀγάπη͵ τῇ ἀγάπῃ δὲ ἡ κληρονομία. γίνεται δὲ τοῦτο͵ ὁπόταν τις κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός· ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον δικαιοσύνης κατ΄ ἐπίστασιν προεληλυθέναι. αὕτη πρὸς τέλος ἄγει τὸ ἀτελεύτητον καὶ τέλειον͵ προδιδάσκουσα τὴν ἐσομένην ἡμῖν κατὰ τὸν θεὸν μετὰ θεῶν δίαιταν͵ ἀπολυθέντων ἡμῶν κολάσεως καὶ τιμωρίας ἁπάσης͵ ἃς ἐκ τῶν ἁμαρτημάτων εἰς παιδείαν ὑπομένομεν σωτήριον· μεθ΄ ἣν ἀπολύτρωσιν τὸ γέρας καὶ αἱ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται͵ πεπαυμένοις μὲν τῆς καθάρσεως͵ πεπαυμένοις δὲ καὶ λειτουργίας τῆς ἄλλης͵ κἂν ἁγία ᾖ καὶ ἐν ἁγίοις· ἔπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις. καὶ θεοὶ τὴν προσηγορίαν κέκληνται͵ οἱ σύνθρονοι τῶν ἄλλων θεῶν͵ τῶν ὑπὸ τῷ σωτῆρι πρώτων τεταγμένων͵ γενησόμενοι. ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν. ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενὲς τῆς ψυχῆς θεῖόν τε καὶ ἅγιον μετοικίζει καὶ διά τινος οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικὰς τὸν ἄνθρωπον͵ ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον͵ τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημονικῶς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα. ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις͵ πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι͵ ὅπου ἐστὶν προσεχῶς ὑποτεταγμένη. ἡ μὲν οὖν πίστις σύντομός ἐστιν͵ ὡς εἰπεῖν͵ τῶν κατεπειγόντων γνῶσις͵ ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος͵ διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ΄ ἐπιστήμης καταληπτὸν παραπέμπουσα. καί μοι δοκεῖ πρώτη τις εἶναι μεταβολὴ σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν͵ ὡς προεῖπον͵ δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν· ἣ δέ͵ εἰς ἀγάπην περαιουμένη͵ ἐνθένδε ἤδη φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ ἰσάγγελος εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχὴν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων͵ εἰς τὴν πατρῴαν αὐλὴν ἐπὶ τὴν κυριακὴν ὄντως διὰ τῆς ἁγίας ἑβδομάδος ἐπείγεται μονήν͵ ἐσόμενος͵ ὡς εἰπεῖν͵ φῶς ἑστὸς καὶ μένον ἀιδίως͵ πάντῃ πάντως ἄτρεπτον.

[...]
Ὁ γνωστικὸς ἄρα ἡμῖν μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς͵ τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων͵ κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ͵ τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου ἀπό τε νόμου καὶ προφητῶν. ὁ βίος γάρ͵ οἶμαι͵ τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει. Ἀλλ΄ οὐ πάντων ἡ γνῶσις. οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν͵ ἀδελφοί͵ φησὶν ὁ ἀπόστολος͵ ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον͵ κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· ἀλλ΄ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν. τίς οὗτος; ὁ εἰπών· τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου; τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος͵ ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάμενον͵ ὕδωρ ζωῆς γνωστικῆς. ναί͵ φασίν͵ ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυσιοῦν λέγεται͵ εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπολάβοι· εἰ δέ͵ ὅπερ καὶ μᾶλλον͵ τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή͵ λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ΄ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον.
Ἡ σοφία͵ φησὶν ὁ Σολομών͵ ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα. οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν͵ ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι͵ καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν τε τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει͵ ὃ σημαίνει ἡ ἐνεφυσίωσε λέξις͵ μεγαλοπρέπειαν τῆς σοφίας τοῖς κατὰ τὴν μάθησιν τέκνοις ἐμφυτευσάσης δι΄ ὧν διδάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος· καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων͵ ἀλλὰ τὴν δύναμιν͵ εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τὰς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων τῆς σοφίας. οἷον͵ εἴσομαι͵ φησίν͵ εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονεῖτε. γνωστὸς γὰρ κατὰ τὸν Δαβὶδ ἐν τῇ Ἰουδαίᾳ ὁ θεός͵ τουτέστι τοῖς κατ΄ ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου· τὸ οὐ μοιχεύσεις͵ οὐ κλέψεις͵ οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή͵ ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται͵ ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. οὐ γὰρ χρή ποτε͵ καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες ποιοῦσι͵ μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας͵ ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ͵ οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει. εἴρηται γοῦν ἄντικρυς· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ͵ ἵνα μὴ κριθῶσιν͵ ἀλλὰ ἐπιστραφῶσιν οἱ προακηκοότες. ὅσοι δὲ ταῖς γλώσσαις αὐτῶν δολιοῦσιν͵ ἔγγραφα ἔχουσι τὰ ἐπιτίμια.
 Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις͵ ἀλλὰ ἐξημαρτημένως συγχρώμενοι͵ οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας. ἀλλ΄ οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου͵ ψευδῆ δέ τινα καί͵ ὥς φησιν ἡ συνήθεια͵ ἀντικλεῖδα͵ δι΄ ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες͵ ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν͵ παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας͵ ὑπερβαίνοντες τὴν ἀλήθειαν͵ μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται. ὅτι γὰρ μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν͵ οὐ πολλῶν δεῖ λόγων. ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου Καίσαρος ἀρξαμένη μεσούντων τῶν Αὐγούστου χρόνων τελειοῦται͵ ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται͵ κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι͵ καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας͵ καθάπερ ὁ Βασιλείδης͵ κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον͵ ὡς αὐχοῦσιν αὐτοί͵ τὸν Πέτρου ἑρμηνέα. ὡσαύτως δὲ καὶ Οὐαλεντῖνον Θεοδᾶ διακηκοέναι φέρουσιν· γνώριμος δ΄ οὗτος γεγόνει Παύλου. Μαρκίων γὰρ κατὰ τὴν αὐτὴν αὐτοῖς ἡλικίαν γενόμενος ὡς πρεσβύτης νεωτέροις συνεγένετο. μεθ΄ ὃν Σίμων ἐπ΄ ὀλίγον κηρύσσοντος τοῦ Πέτρου ὑπήκουσεν. ὧν οὕτως ἐχόντων συμφανὲς ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρας ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις. ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν͵ εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται. ἑνὸς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου͵ διὰ τοῦτο καὶ τὸ ἄκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται͵ μίμημα ὂν ἀρχῆς τῆς μιᾶς. τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία͵ ἣν εἰς πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις. κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν͵ εἰς ἑνότητα πίστεως μιᾶς͵ τῆς κατὰ τὰς οἰκείας διαθήκας͵ μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις͵ ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι΄ ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους· οὓς προώρισεν ὁ θεός͵ δικαίους ἐσομένους πρὸ καταβολῆς κόσμου ἐγνωκώς. ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς ἐκκλησίας͵ καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως͵ κατὰ τὴν μονάδα ἐστίν͵ πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.»



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου