Ο ναός του Θεού, οι έμποροι και το σπήλαιο ληστών

Ωριγένους, Ερμηνεία εις το κατά Ματθαίον Ευαγγέλιο


Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰ ἑξῆς (Ματθ. 21, 12-13) .
Τὰ δὲ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο͵ ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διηγήσασθαι· ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων δὲ εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον͵ πλείονα κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἷόν τε ἦν σαφηνίζουσι τὸ καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην ὅτι τέκτονος μὲν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο͵ ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους͵ ὁποίᾳ οὐδ΄ ὁ τοῦ ἔθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ΄ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμέν γε δουλεύσαντες τῇ λέξει͵ ὡς ἐχωροῦμεν͵ τὸ Ἰωάννου βούλημα.
ἀλλ΄ ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξιν περὶ τῶν ἐκκειμένων͵ τὸν πατέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ΄ ἴδωμεν εἰ ἄξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τὸν τόπον. καὶ πρῶτον μὲν λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ͵ ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἔσδρα͵ πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ρωμαίων καθαιρεθέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς͵ οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους͵ ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς͵ λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ͵ ὃ ἔχειν ᾤοντο παρὰ τὸ ἐν τῷ οἴκῳ τῆς προσευχῆς εὔχεσθαι͵ μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ΄ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδίων πνευματικῶν πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ͵ ἀντὶ σεμνῆς πανηγύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν͵ οὐκ ἐν τῇ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν͵ ἀλλ΄ ἐν τῷ ἱερῷ͵ ἔνθα ἐχρῆν μὲν συνερχομένους εὔχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς͵ ἐποίουν δὲ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ͵ ὡς ἐν οἴκῳ ἐμπορικῷ πωλοῦντες καὶ ἀγοράζοντες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι͵ ἵνα πωλῶσι περιστεράς. καὶ τὸ ἄσεμνον τῶν γινομένων παρὰ Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω͵ ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους καὶ σωματικῶς τρυφῶντας.
Καὶ νῦν δὲ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν͵ καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾳ ζῶντας ἀλλ΄ ὡς κατὰ σάρκα στρατευομένους͵ οἵτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων οἰκοδομηθέντα οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. τίς γὰρ κατανοήσας τὰ ἔν τισιν ἐκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν τοιούτων Χριστιανῶν τῶν νομιζομένων πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν͵ καὶ δέον ἐκ τοῦ εὐαγγελίου μόνον διαζῆν͵ τοῦτο μὲν μὴ ποιούντων͵ πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων͵ οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον; ὥστ΄ ἂν εἰπεῖν τὸν Ἰησοῦν ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκοδόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· τίς ὠφέλεια ἐν τῷ αἵματί μου͵ ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ͵ ἔνθα ἡ τοῦ Ἰησοῦ ψυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων τὸ οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ͵ οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή͵ ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς͵ καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτα λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν τὸ οἴμοι ψυχή͵ συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου͵ ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ΄ αὐτῇ͵ καὶ εἶπε. καὶ μᾶλλόν γε͵ εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ͵ εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν͵ οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ͵ γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν καὶ τρυφήν τινων (ἀλλ΄ εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν. Ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβαλὼν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ͵ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστεράς. νῦν δέ͵ ὅσον μὲν οὐκ ἐπισκοποῦνται͵ οἱ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ πάντα ποιοῦντες͵ καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται͵ ἵνα ἐκβαλὼν αὐτοὺς σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν εἰς τὸ ἱερόν͵ οὐκέτι μετὰ τοῦ πωλεῖν καὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας ἡμῶν καὶ ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ͵ ἵνα παιδεύσῃ καὶ μαστιγώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται͵ τότε εἰσελεύσεται ἡ δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου͵ καὶ εἰσελθοῦσα ἐκβαλεῖ πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μὲν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον͵ ἀγοράζοντας δὲ ἀντ΄ ἐκείνων τὰ φαῦλα͵ καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ͵ τῇ ἐκκλησίᾳ͵ πράττοντας. ἀλλ΄ εἴθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός͵ τὴν ἐκκλησίαν͵ τὸν οἶκον τῆς προσευχῆς͵ καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ αἰσχροκερδῶν καὶ φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια κατακερματιζόντων τὰ δόκιμα ἀργύρια͵ ἵνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν͵ αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἄλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστεράς͵ τοὺς εὐξαμένους καὶ εἰπόντας· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς͵ καὶ πετασθήσομαι καὶ καταπαύσω; καὶ ἐπακουσθέντας ἄρχουσιν οἷς οὐ δεῖ. Καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περιστερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος͵ ἅς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἴθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθέδρας Μωσέως αὐχοῦντες καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι͵ περὶ ὧν λέγοιτ΄ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον· οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοί͵ σοφοί εἰσι τοῦ κακοποιῆσαι͵ τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον· οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν. εἰ γὰρ ἤκουον͵ οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς͵ ἀλλὰ κατέστησαν ἄρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταῖς καὶ τοῖς πωλοῦσι τὰς περιστεράς͵ δυσωπῶν αὐτοὺς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν͵ ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· ὁ οἶκός μου oἶκος προσευχῆς κληθήσεται. οὐδὲν γὰρ ἄλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν͵ εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης͵ καθὸ καὶ τὸ ἀδιαλείπτως προσεύχεσθε δυνατόν ἐστιν. ὑμεῖς δέ͵ ὦ οὗτοι͵ ταῖς ὑμετέραις κακίαις τὸν τῆς προσευχῆς οἶκον σπήλαιον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίας πράγματα͵ ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἄθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ͵ ὥστ΄ ἂν λέγεσθαι αὐτοῖς· δι΄ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. 
Εἰ δὲ δεῖ τὰ εἴδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι͵ μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τὰς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες καὶ οἷς ἀπαιτεῖ ἔργοις ὁ θεῖος λόγος͵ εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. οἱ δὲ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα͵ ἀλλ΄ ἀεὶ μὲν ταῦτα ψηλαφῶντες͵ οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα͵ ἵνα πλουτῶσιν ἀπὸ τῶν εἰς λόγον πτωχῶν διδομένων͵ οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἔχοντες͵ ἃς κατέστρεψεν ὁ Ἰησοῦς. οἱ δὲ τὰς πρωτοκαθεδρίας πεπιστευμένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ἀποδιδόμενοι ὅλας ἐκκλησίας οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἄρχοντας͵ οὗτοί εἰσιν οἱ πωλοῦντες τὰς περιστεράς͵ ὧν τὰς καθέδρας κατέστρεψεν ὁ Ἰησοῦς. ἕκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς προσεχέτω͵ μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας͵ ὥστε ἐλθόντα τὸν Ἰησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων ἑαυτοῖς πλοῦτον καὶ ἀποστερούντων πτωχῶν χρήματα͵ νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον͵ ἵνα μὴ καταστρέψῃ αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιωτικῶν ἀεὶ ἀγόμενοι εἰς ἀγορασμοὺς καὶ πράσεις φροντιζέτωσαν͵ μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ τοῦ θεοῦ͵ ὅτε ὁ ἐκβεβλημένος οὐδὲ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὅθεν ἐξεβλήθη. καὶ ὑποφαίνεταί μοι ἐρευνῶντι τὴν ἐκκειμένην γραφήν͵ μήποτε ταῦτα ὁ Ἰησοῦς ποιήσῃ κατὰ τὴν δευτέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον͵ τὴν πᾶσαν ἐκκλησίαν͵ τὴν (ἐξ οὗ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος͵ οὓς ἂν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱερῷ ὡς ἀναξίους τοῦ ἱεροῦ τοῦ θεοῦ ἐκβαλεῖ· καὶ οὓς ἂν εὕρῃ τραπέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἷα περὶ τὸ ἀργύριον ἡμαρτήκασι· τότε δὲ καὶ τὰς (ὡς διηγησάμεθα) καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὐδὲν τῶν τριῶν τούτων εἰδῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ͵ θαρρείτω· οὔτε γὰρ ἐκβληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτε τι τῶν αὐτοῦ καταστραφήσεται οὔθ΄ ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὀνειδισθήσεται ὡς λῃστής͵ ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.
Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως͵ φέρε μετὰ ταῦτα ἴδωμεν εἰ δύναται καὶ οὕτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἔλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις͵ κατεσκευασμένη ἵνα χωρήσῃ δόξαν θεοῦ͵ περὶ ἧς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ͵ τὴν ψυχήν͵ πεπληρώκαμεν οἱ ἁμαρτάνοντες πωλούντων καὶ ἀγοραζόντων λογισμῶν καὶ ἄλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἄλλων πωλούντων καὶ ἀπεμπολούντων εἴ τι ἅγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται͵ ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λογισμῶν τὸ γέγραπται· ὁ οἶκόςμου οἶκος προσευχῆς κληθήσεται͵ ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆς προσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δὲ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι· σταύρου σταύρου αὐτόν͵ περὶ δὲ τοῦ λῃστοῦ Βαραββᾶ· ἀπόλυσον ἡμῖν τὸν Βαραββᾶν. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν (οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ)͵ ἔχουσι δὲ μεθ΄ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν τῆς πονηρίας Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον καὶ εἰς φυλακὴν κατακεκλεισμένον͵ ὃν καθ΄ ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...