Αγ. Ιωάννου του Χρυσοστόμου, Λόγος εἰς τόν Ἅγιον Ιωάννην τόν Πρόδρομον.

Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ͵ καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον͵ ὡσεὶ περιστερὰν͵ καὶ ἐρχόμενον ἐπ΄ αὐτόν”.
Ὢ ξένων καὶ παραδόξων μυστηρίων, ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ͵ ὃν ὁ ποταμὸς πρὸ βραχέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογεῖ͵ ὃν ὁ δοῦλος ἐβάπτισε. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· “Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς͵ ἐν ᾧ ηὐδόκησα”. Οὗτός ἐστιν ὁ βαπτισθεὶς͵ οὐ διὰ χρείαν ἰδίαν͵ ἀλλὰ διὰ μόνην φιλανθρωπίαν͵ ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος͵ ὁ παρ΄ ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος· ὁ πρὸ τῶν αἰώνων ἐξ ἐμοῦ γεννηθεὶς͵ καὶ νῦν ἐκ Μαρίας σαρκὶ τεχθεὶς͵ ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν· ὁ συναΐδιος ἐμοὶ͵ καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς· ὁ ποιητὴς τοῦ Ἀδὰμ͵ καὶ ἀπόγονος τοῦ Δαυΐδ· ὁ δημιουργὸς τῆς Παρθένου͵ καὶ υἱὸς τῆς Παρθένου· ὁ νοούμενος καὶ φαινόμενος· ὁ πίστει καὶ ὄψει κατοπτευόμενος· ὁ τέλειος ἐν θεότητι͵ καὶ τέλειος ἐν ἀνθρωπότητι. 
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Οὗτος͵ καὶ θαυματουργῶν ὡς Θεὸς͵ καὶ πάσχων ὡς ἄνθρωπος͵ Υἱός ἐστιν ἐμός· σταυρὸς γὰρ οὐ χωρίζει μου τὸν κατὰ φύσιν ἀχώριστον. Οὗτος καὶ τοῖς ἥλοις κεντούμενος͵ Υἱός ἐστιν ἐμός· ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν. Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα πάθος οὐκ ἰσχύει καταλαβεῖν. Οὗτος καὶ νεκρούμενος ἑκουσίως͵ κατὰ τὸ νεκροῦσθαι πεφυκὸς Υἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν͵ οὔτε βούλεται͵ οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ͵ καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται. Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν͵ ὃν λυθῆναι παρὰ τῶν ἐχθρῶν αὐτοῦ συνεχώρησεν. Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς͵ ὧν οὐκ ἀπέστη͵ Υἱός ἐστιν ἐμός. 
Τοῦτον ὁ δεχόμενος͵ ἐμὲ δέχεται σὺν αὐτῷ· τοῦτον ὁ προσκυνῶν͵ ἐμὲ προσκυνεῖ· εἰς τοῦτον ὁ πιστεύων͵ εἰς ἐμὲ πιστεύει· τοῦτον ὁ σμικρύνων͵ ἐμὲ σμικρύνει· ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος͵ καὶ μὴ πολυπραγμονῶν͵ ἀλλὰ σέβων ἀπεριέργως͵ μακάριος. 
“Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς͵ ἐν ᾧ ηὐδόκησα”. Οἱ ἁμαρτωλοὶ͵ δράμετε πρὸς τὸν αἴ ροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ κατάκριτοι͵ καταλάβετε τὸν φιλάνθρωπον δικαστήν· οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις͵ σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι΄ ἡμᾶς ἐπιφανεὶς Δεσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι͵ νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
 
PG 50, 804

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...