Ο Λόγος του Θεού δεν παρέρχεται

Λουκ. 16, 17: “Εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν
γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν”.


 Ἔτι μία κεραία οὐ παρ' Ἕλλησι μόνον ἐστὶ τὸ
ἰῶτα, ἀλλὰ καὶ παρ' Ἑβραίοις τὸ παρ' αὐτοῖς
καλούμενον ἰώθ. Δύναται δὲ ἰῶτα συμβολικῶς
λέγεσθαι Ἰησοῦς, ἐπείπερ ἡ ἀρχὴ τοῦ ὀνόματος
αὐτοῦ καὶ παρ' Ἕλλησι καὶ παρ' Ἑβραίοις ἀπὸ
τοῦ ἰὼθ γράφεται. Ἔστι τοίνυν ἐν τῷ νόμῳ ὁ
Λόγος τοῦ Θεοῦ μὴ παρερχόμενος αὐτὸν, μηδὲ
πρότερον πίπτων, ἕως ἂν πάντα γένηται· τότε δὲ
πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ· οὐ νικηθεὶς,
ἀλλὰ ταπεινώσας ἑαυτὸν, καὶ γενόμενος ὑπήκοος
μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.



Ωριγένους, Σχόλια εἰς τό κατά Λουκᾶν, PG 17, 365.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...