Μ. Βασίλειος: πρέπει να καταφεύγουμε στους ιατρούς;

Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας.

Ὥσπερ ἑκάστη τῶν τεχνῶν βοήθεια ἡμῖν πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ὑπὸ τοῦ Θεοῦ κεχάρισται͵ οἷον γεωργία μὲν͵ ἐπειδὴ οὐκ ἐξαρκεῖ τὰ αὐτομάτως ἐκ τῆς γῆς φυόμενα πρὸς τὴν τῶν χρειῶν παραμυθίαν· ὑφαντικὴ δὲ͵ ἐπειδὴ ἀναγκαία ἡ τῶν σκεπασμάτων χρεία πρός τε τὸ εὔσχημον καὶ τὰς ἀπὸ τοῦ ἀέρος βλάβας͵ καὶ οἰκοδομικὴ ὁμοίως· οὕτω καὶ ἰατρική. Ἐπειδὴ τὸ ἐμπαθὲς ἡμῶν σῶμα ποικίλαις βλάβαις͵ ταῖς τε ἔξωθεν προσπιπτούσαις καὶ ταῖς ἔνδοθεν ἀπὸ τροφῶν συνισταμέναις͵ ὑπόκειται͵ καὶ πλεονασμοῖς καὶ ἐλλείψεσι καταπονεῖται͵ ἡ ἰατρικὴ τέχνη εἰς τύπον τῆς κατὰ ψυχὴν θεραπείας τὴν ἀπόθεσιν τοῦ περισσοῦ͵ καὶ τὴν τοῦ λείποντος πρόσθεσιν ὑποτιθεμένη ὑπὸ τοῦ πᾶσαν ἡμῖν τὴν ζωὴν οἰκονομοῦντος Θεοῦ συγκεχώρηται.

Ὥσπερ γὰρ͵ εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς͵ οὐδὲν ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ ἐπεδεήθημεν· οὕτω καὶ εἰ ἐν ἀπαθείᾳ ἦμεν κατὰ τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα͵ οὐδενὸς ἂν τῶν ἐξ' ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν. Ἀλλ΄ ὥσπερ μετὰ τὸ ἐξορισθῆναι εἰς τὸν τόπον τοῦτον͵ καὶ ἀκοῦσαι τὸ͵ Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου͵ τότε τῇ μακρᾷ πείρᾳ καὶ τῇ περὶ τὴν γῆν ταλαιπωρίᾳ τῆς γεωργίας τὴν τέχνην συνεστησάμεθα εἰς παραμυθίαν τῶν ἐκ τῆς κατάρας λυπηρῶν͵ τὴν σύνεσιν ἡμῖν καὶ κατάληψιν τῆς τέχνης ταύτης τοῦ Θεοῦ χαρισαμένου· οὕτω καὶ ἐπειδὴ ἐκελεύσθημεν εἰς τὴν γῆν πάλιν ἀποστραφῆναι͵ ἀφ΄ ἧς ἐλήφθημεν͵ καὶ ὀδυνηρᾷ σαρκὶ συνεζεύχθημεν εἰς φθορὰν καταδεδικασμένῃ διὰ τὴν ἁμαρτίαν͵ καὶ διὰ τοῦτο τοῖς πάθεσι τούτοις ὑποβληθείσῃ͵ παρεσχέθη ἡμῖν καὶ ἡ ἐκ τῆς ἰατρικῆς προσαγομένη τοῖς κάμνουσι͵ κατὰ τὸ ποσὸν γοῦν͵ ἐπικουρία.
Οὔτε γὰρ αὐτομάτως ἐκ τῆς γῆς ἐβλάστησαν αἱ βοτάναι͵ αἱ πρὸς ἕκαστον τῶν παθῶν οἰκείως ἔχουαι· ἀλλὰ͵ δηλονότι͵ τῷ βουλήματι τοῦ δημιουργοῦ πρὸς τὸν τῆς ἡμετέρας ὠφελείας σκοπὸν ἐξηνέχθησαν. Ἡ μὲν οὖν ἐν ταῖς ῥίζαις͵ καὶ τοῖς ἄνθεσιν͵ ἢ φύλλοις͵ ἢ καρποῖς͵ ἢ ὀποῖς φύσις͵ ἢ ὅσα ἀπὸ μετάλλων͵ ἢ ὅσα ἐκ τῆς θαλάσσης πρὸς τὴν τῆς σαρκὸς ὠφέλειαν οἰκείως ἔχειν ἐξεύρηται͵ ὅμοιά ἐστι τῆς τῶν ἐσθιομένων καὶ πινομένων εὑρέσεως· τὸ δὲ περινενοημένον καὶ περίεργον͵ καὶ ἀσχολίαν πολλὴν ἐμποιοῦν͵ καὶ οἱονεὶ πᾶσαν ἡμῶν τὴν ζωὴν εἰς τὴν τῆς σαρκὸς ἐπιμέλειαν περιστρέφον͵ παραιτητέον Χριστιανοῖς· καὶ σπουδαστέον οὕτω κεχρῆσθαι τῇ τέχνῃ͵ εἴποτε δέοι͵ ὡς μὴ ἐν αὐτῇ τὴν πᾶσαν αἰτίαν τοῦ ὑγιαίνειν ἢ νοσεῖν τίθεσθαι͵ ἀλλ΄ ὡς εἰς δόξαν Θεοῦ καὶ τύπον τῆς τῶν ψυχῶν ἐπιμελείας τὴν χρῆσιν τῶν ἀπ΄ αὐτῆς παραλαμβάνειν.
Ἐν ἐρημίᾳ δὲ τῶν ἐξ ἰατρικῆς βοηθημάτων μὴ πᾶσαν ἔχειν τὴν ἐλπίδα πρὸς τὴν τῶν λυπηρῶν παραμυθίαν ἐν τῇ τέχνῃ ταύτῃ͵ ἀλλ΄ εἰδέναι͵ ὅτι ἢ οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν͵ ἢ ὥσπερ τότε ὁ Κύριος͵ ποτὲ μὲν πηλὸν ποιῶν͵ ἐπέχριε͵ καὶ νίψασθαι προσέτασσεν εἰς τὸν Σιλωὰμ͵ ποτὲ δὲ ἠρκεῖτο τῷ βουλήματι μόνῳ͵ λέγων͵ Θέλω͵ καθαρίσθητι· τινὰς δὲ καὶ ἐναθλεῖν τοῖς ἐπιπόνοις ἀφῆκε͵ δοκιμωτέρους αὐτοὺς διὰ τῆς πείρας παρασκευάζων· οὕτω καὶ ἐφ΄ ἡμῶν͵ ὁτὲ μὲν ἀοράτως ἐκ τοῦ ἀφανοῦς ἐφαπτόμενος͵ ὅταν τοῦτο συμφέρον ταῖς ψυχαῖς ἡμῶν καταμάθῃ͵ ὁτὲ δὲ καὶ ὑλικαῖς κεχρῆσθαι βοηθείαις ἐπὶ τῶν παθῶν ἡμῶν εὐδοκεῖ͵ τῇ παρατάσει τῆς θεραπείας ἔμμονον τὴν μνήμην τῆς χάριτος ἐμποιῶν͵ ἢ καὶ τύπον τινὰ πρὸς τὴν ἐπιμέλειαν͵ ὡς εἶπον͵ τῆς ψυχῆς παρεχόμενος. Ὡς γὰρ ἐπὶ τῆς σαρκὸς ἥ τε τοῦ ἀλλοτρίου ἀπόθεσις ἀναγκαία͵ καὶ ἡ πρόσθεσις τοῦ ἐνδέοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἡμῶν ἀποικονομεῖσθαι μὲν τὸ ἀλλότριον͵ προσλαμβάνειν δὲ τὸ κατὰ φύσιν προσῆκον.
Ὅτι ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· καὶ ἔκτισεν ἡμᾶς ἐπὶ ἔργοις ἀγαθοῖς͵ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Καὶ ὥσπερ ἐκεῖ τομῶν͵ καὶ καύσεων͵ καὶ πικρῶν φαρμάκων μεταλήψεως ὑπὲρ τῆς τοῦ σώματος θεραπείας ἀνεχόμεθα· οὕτω καὶ ἐνταῦθα τὰ τμητικὰ τοῦ ἐλεγκτικοῦ λόγου͵ καὶ τὰ πικρὰ τῶν ἐπιτιμήσεων φάρμακα ὑπὲρ τῆς κατὰ ψυχὴν θεραπείας καταδέχεσθαι χρή. Ὅπερ τοῖς μὴ παιδευθεῖσιν ὁ προφητικὸς λόγος ἐπονειδίζων φησί· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Καὶ τὸ ἐπὶ τῶν χρονίων δὲ παθῶν διὰ μακροῦ χρόνου καὶ διὰ βοηθημάτων ἀλγεινῶν τε ὁμοῦ καὶ ποικίλων τὴν ἴασιν ἀναμένειν͵ ἔνδειγμά ἐστι τοῦ καὶ τὰ τῆς ψυχῆς ἁμαρτήματα διὰ φιλοπόνου δεήσεως καὶ πολυχρονίου μετανοίας καὶ ἀγωγῆς ἐπιπόνου͵ ἣν ἂν ὁ λόγος ἡμῖν αὐτάρκη πρὸς ἴασιν ὑποβάλῃ͵ ὀφείλειν ἡμᾶς ἐπανορθοῦσθαι.
Οὐ τοίνυν͵ ἐπειδή τινες οὐ καλῶς χρῶνται τῇ τέχνῃ τῇ ἰατρικῇ͵ φευκτέον ἡμῖν πᾶσαν τὴν ἀπ΄ αὐτῆς ὠφέλειαν. Οὐδὲ γὰρ͵ ἐπειδὴ μαγειρικῇ πρὸς τρυφῆς ἐπίνοιαν οἱ περὶ τὰς ἡδονὰς ἀκόλαστοι κέχρηνται͵ ἢ τῇ ἀρτοποιίᾳ͵ ἢ τῇ ὑφαντικῇ͵ ὑπερβαίνοντες τὸν ὅρον τῶν ἀναγκαίων͵ ἤδη ἡμᾶς πάσας ὁμοῦ χρὴ παραιτεῖσθαι τὰς τέχνας· τὸ ἐναντίον μὲν οὖν͵ ἐκ τῆς ὀρθῆς αὐτῶν χρήσεως τὸ ὑπ΄ ἐκείνων παραφθειρόμενον διελέγχειν. Οὕτω δὲ καὶ ἐπὶ τῆς ἰατρικῆς τὴν παρὰ τοῦ Θεοῦ χάριν πονηρᾷ διαβάλλειν χρήσει οὐκ εὔλογον. Τό τε γὰρ ἐν ταῖς χερσὶ τῶν ἰατρῶν τὴν ἐλπίδα ἔχειν τῆς ἑαυτῶν ὑγείας κτηνῶδες· ὅπερ πάσχοντάς τινας τῶν ἀθλίων ὁρῶμεν͵ οἳ καὶ σωτῆρας αὐτοὺς ὀνομάζειν οὐ παραιτοῦνται· τό τε πάντη τὰς ἀπ΄ αὐτῆς ὠφελείας ἀποφεύγειν φιλόνεικον. Ἀλλ΄ ὥσπερ ὁ Ἐζεκίας τὴν παλάθην τῶν σύκων οὐχὶ πρῶτον αἴτιον ὑγείας ἡγεῖτο͵ οὐδὲ τούτῳ τὴν αἰτίαν τῆς ἰάσεως τοῦ σώματος ἐλογίζετο͵ προσετίθει δὲ τῇ δόξῃ τοῦ Θεοῦ καὶ τὴν ἐπὶ τῇ κτίσει τῶν σύκων εὐχαριστίαν· οὕτω καὶ ἡμεῖς͵ παρὰ τοῦ ἀγαθῶς καὶ φρονίμως οἰκονομοῦντος τὴν ζωὴν ἡμῶν Θεοῦ δεχόμενοι τὰς πληγὰς͵ παρ΄ αὐτοῦ πρῶτον μὲν αἰτοῦμεν τὴν γνῶσιν τοῦ λόγου καθ΄ ὃν ἐπάγει τὰς μάστιγας͵ ἔπειτα δὲ τήν τε ἀπαλλαγὴν τῶν ὀδυνηρῶν καὶ τὴν ὑπομονὴν͵ πρὸς τὸ σὺν τῷ πειρασμῷ παρασχεῖν καὶ τὴν ἔκβασιν͵ τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν.
Δοθεῖσαν δὲ ἡμῖν τῆς ἰάσεως τὴν χάριν͵ ἢ διὰ τοῦ οἰνελαίου͵ ὡς ἐπὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστὰς͵ ἢ διὰ τῶν σύκων͵ ὡς ἐπὶ τοῦ Ἐζεκίου͵ εὐχαρίστως ὑποδεχόμεθα. Καὶ οὐδὲν διοισόμεθα͵ εἴτε ἐκ τοῦ ἀφανοῦς γένοιτο ἡμῖν ἡ ἐπιμέλεια τοῦ Θεοῦ͵ εἴτε καὶ διά τινος τῶν σωματικῶν· ἃ πολλάκις ἐνεργέστερον ἡμᾶς ἄγει εἰς συναίσθησιν τῆς παρὰ τοῦ Κυρίου χάριτος. Πολλάκις δὲ καὶ πρὸς παιδείαν περιπεσόντες ταῖς νόσοις͵ μέρος τῆς παιδεύσεως καὶ τὴν διὰ τῶν ἐπιπόνων θεραπείαν ὑποστῆναι κατεδικάσθημεν.
Οὔτε οὖν τομὰς͵ οὔτε καύσεις͵ οὔτε διὰ τῶν δριμέων καὶ ἐπιπόνων φαρμάκων ἀλγήματα͵ οὔτε ἀσιτίας͵ οὔτε διαίτης ἀκριβῆ μέτρα͵ οὔτε ἀποχὴν τῶν φθειρόντων παραιτεῖσθαι ἡμᾶς ὁ ὀρθὸς λόγος ὑπαγορεύει· σωζομένου (πάλιν λέγω) τοῦ σκοποῦ τῆς κατὰ ψυχὴν ὠφελείας͵ ὡς ἐν ὑποδείγματος λόγῳ τὴν ἑαυτῆς ἐπιμέλειαν παιδευομένης. Κίνδυνος δὲ οὐχ ὁ τυχὼν εἰς μετεωρισμὸν τὴν διάνοιαν ἐκπεσεῖν͵ ὡς παντὸς πάθους τῶν ἐξ ἰατρικῆς βοηθημάτων προσδεομένου. Οὐ γὰρ πάντα φύσεώς εἰσιν ἀῤῥωστήματα͵ οὐδὲ ἐκ πλημμελοῦς διαίτης ἡμῖν͵ ἤ τινων ἄλλων σωματικῶν ἀρχῶν προσγινόμενα͵ πρὸς ἅπερ ἐνίοτε ὁρῶμεν τὴν ἰατρικὴν χρησιμεύουσαν. Πολλάκις γὰρ καὶ μάστιγες ἁμαρτημάτων εἰσὶ τὰ ἀῤῥωστήματα͵ εἰς ἐπιστροφὴν προσαγόμενα. Ὃν γὰρ͵ φησὶν͵ ἀγαπᾷ Κύριος͵ παιδεύει· καὶ͵ Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι͵ καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν͵ οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου͵ παιδευόμεθα͵ ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Τοὺς οὖν τοιούτους ἡσυχάζοντας͵ καὶ ἀφεμένους τῶν ἰατρικῶν ἐπιτηδευμάτων͵ ὑπομένειν χρὴ τὰ ἐπαγόμενα͵ ὅταν γνωρίσωμεν ἑαυτῶν τὰ πλημμελήματα͵ κατὰ τὸν εἰπόντα· Ὀργὴν Κυρίου ὑποίσω͵ ὅτι ἥμαρτον αὐτῷ· καὶ τὴν διόρθωσιν ἐπιδείκνυσθαι͵ διὰ τοῦ ποιεῖν καρποὺς ἀξίους τῆς μετανοίας͵ καὶ μεμνῆσθαι τοῦ Κυρίου εἰπόντος· Ἴδε͵ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε͵ ἵνα μὴ χεῖρόν τί σοι γένηται. Γίνεται δέ ποτε καὶ κατὰ ἐξαίτησιν τοῦ πονηροῦ͵ ὥσπερ ἀγωνιστὴν μέγαν͵ συγκαθιέντος αὐτῷ εἰς τὸν ἀγῶνα τοῦ φιλανθρώπου Δεσπότου͵ καὶ τὴν μεγαλαυχίαν αὐτοῦ διὰ τῆς εἰς ἄκρον ὑπομονῆς τῶν δούλων ἑαυτοῦ καθαιροῦντος· ὅπερ ἐπὶ τοῦ Ἰὼβ γενόμενον μεμαθήκαμεν. ῍Η καὶ εἰς ὑπόδειγμα τοῖς ἀφερεπόνοις παράγονται ὑπὸ τοῦ Θεοῦ οἱ δυνάμενοι μέχρι θανάτου ἐγκαρτερῆσαι τοῖς ἀλγεινοῖς· ὡς ὁ Λάζαρος͵ ὃς͵ τοιούτοις ἕλκεσι συνεχόμενος͵ οὐδαμοῦ γέγραπται οὔτε αἰτήσας τι τὸν πλούσιον͵ οὔτε δυσαρεστηθεὶς τοῖς παροῦσι· διὸ καὶ ἔτυχε τῆς ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἀναπαύσεως͵ ὡς ἀπολαβὼν τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. Εὕρομεν δὲ καὶ ἄλλην αἰτίαν ἀῤῥωστημάτων τοῖς ἁγίοις συμβαίνουσαν͵ ὡς ἐπὶ τοῦ Ἀποστόλου. Ἵνα γὰρ μὴ δόξῃ ὑπερβαίνειν τὸν ὅρον τῆς ἀνθρωπίνης φύσεως͵ καὶ μή τις αὐτὸν λογίσηται ἐν τῇ φυσικῇ κατασκευῇ ἔχειν τι περισσὸν (ὅπερ ἔπαθον οἱ Λυκάονες͵ στέμματα καὶ ταύρους προσάγοντες)͵ εἰς παράστασιν τῆς ἀνθρωπίνης φύσεως͵ τῇ ἀῤῥωστίᾳ συνῆν διαρκῶς. Τί οὖν τοῖς τοιούτοις παρὰ τῆς ἰατρικῆς γένοιτο κέρδος; καὶ οὐχὶ μᾶλλον κίνδυνος͵ μετεωριζομένοις ἀπὸ τοῦ ὀρθοῦ λόγου εἰς τὴν τοῦ σώματος ἐπιμέλειαν;
Τοῖς γε μὴν ἐκ πονηρᾶς διαίτης τὴν ἀῤῥωστίαν ἑαυτοῖς συναθροίσασιν οἷον τύπῳ τινὶ καὶ ὑπογραμμῷ χρηστέον τῇ τοῦ σώματος θεραπείᾳ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν͵ καθὰ πρότερον εἴρηται. Ἡ γὰρ ἀποχὴ τῶν βλαπτόντων κατὰ τὸν ἰατρικὸν λόγον καὶ ἡμῖν ἐστιν ὠφέλιμος͵ ἡ ἐκλογὴ τῶν χρησίμων͵ ἡ φυλακὴ τῶν παραγγελμάτων. Καὶ αὐτὴ δὲ ἡ τῆς σαρκὸς ἀπὸ ἀῤῥωστίας πρὸς εὐεξίαν μεταβολὴ παραμυθία γινέσθω πρὸς τὸ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς ψυχῆς͵ ὡς οὐ δυναμένης ἐκ τῶν ἁμαρτημάτων πρὸς τὴν οἰκείαν πάλιν ὁλοκληρίαν διὰ τῆς μετανοίας ἐπανελθεῖν.
Οὔτε οὖν φευκτέον πάντη τὴν τέχνην͵ οὔτε ἐπ΄ αὐτῇ πάσας τὰς ἐλπίδας ἔχειν ἀκόλουθον. Ἀλλ΄ ὡς κεχρήμεθα μὲν τῇ γεωργικῇ͵ αἰτούμεθα δὲ παρὰ τοῦ Θεοῦ τοὺς καρπούς· καὶ τῷ κυβερνήτῃ μὲν τὸ πηδάλιον ἐπιτρέπομεν͵ τῷ Θεῷ δὲ προσευχόμεθα ἐκ τοῦ πελάγους ἀποσωθῆναι οὕτω καὶ ἰατρὸν εἰσάγοντες͵ ὅτε λόγος συγχωρεῖ͵ τῆς πρὸς Θεὸν ἐλπίδος οὐκ ἀφιστάμεθα.
Ἐμοὶ δὲ καὶ πρὸς ἐγκράτειαν οὐ μικρὸν συντελεῖν ἡ τέχνη φαίνεται. Ὁρῶ γὰρ͵ ὅτι καὶ τρυφὰς ἀποκόπτει͵ καὶ πλησμονὴν διαβάλλει͵ καὶ ποικιλίαν διαίτης͵ καὶ περίεργον ἀρτυμάτων ἐπίνοιαν͵ ὡς ἀσύμφορον͵ ἀποπέμπεται· καὶ τὸ σύμπαν͵ τὴν ἔνδειαν μητέρα τῆς ὑγείας ἀποκαλεῖ͵ ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄχρηστος ἡμῖν ἡ παρ΄ αὐτῆς συμβουλή. Εἴτε οὖν χρώμεθά ποτε τοῖς τῆς ἰατρικῆς παραγγέλμασιν͵ εἴτε παραιτούμεθα͵ κατά τινα τῶν προαποδεδομένων λόγων͵ ὁ σκοπὸς τῆς πρὸς Θεὸν εὐαρεστήσεως σωζέσθω͵ καὶ ἡ ὠφέλεια τῆς ψυχῆς οἰκονομείσθω͵ καὶ τὸ πρόσταγμα τοῦ Ἀποστόλου πληρούσθω͵ εἰπόντος· “Εἴτε οὖν ἐσθίετε͵ εἴτε πίνετε͵ εἴτε τι ποιεῖτε͵ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε”.

Μ. Βασιλείου, Ὅροι κατά πλάτος, 55, PG 10, 1044-1052.

Αξίζει να σημειώσουμε ότι αυτά τα λέει ο Μ. Βασίλειος απευθυνόμενος σε μοναχούς που, όπως και ο ίδιος τονίζει, οφείλουν να είναι πιο καρτερικοί και πιο υπομονετικοί στις ασθένειες. Ωστόσο, ο άγιος Πατήρ θέτει τον κανόνα της διακρίσεως: η επιμέλεια της ψυχής μας όχι μόνο δεν απορρίπτει την ιατρική, αλλά την βλέπει ως αρρωγό, που ανακουφίζει αφ' ενός μεν από τη σωματική ταλαιπωρία, και αφετέρου δίνει δύναμη στον αγωνιστή χριστιανό να συνεχίσει τους πνευματικούς του αγώνες.
(Προσεχώς και η νεοελληνική απόδοση του κειμένου)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...